215
ἀρχαῖον τῶν εργων αὐτοῦ εὐφραίνοιτο θεός, τῆς θεοῦ εὐφροσύνης οὐκ εὐπαθείας ουσης (ἀπαθὲς γὰρ τὸ θεῖον) ἀλλ' ἀποδοχῆς τῶν τελείαν ἀρετὴν κατορθωσάντων. 1000 Ps 103,32 Εἰ δέ σοι βούλεται πνευματικῶς εχειν ταῦτα, ὡς αν ἐπιβλέπῃ θεὸς κατὰ τὸ ̓Επίβλεψον ἐπ' ἐμέ, καὶ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους, τούτῳ οὐχ εστηκεν ετι τὰ γήινα ἀλλὰ σκοτοδινῶντα τρέμει, ὡς ἀποβληθῆναι καὶ παρελθεῖν τὴν ὑλικὴν εξιν. ̓Εφαπτόμενος δὲ ὁ θεὸς καὶ τῶν πονηρῶν δυνάμεων διὰ τὴν ὑπερηφανίαν ὀρῶν καλουμένων, καπνίζει αὐτάς, ἐναύσματι ηδη αὐτὰς ἐνιεὶς τῆς διὰ πυρὸς κολάσεως. 1001 Ps 103,33.34a Αισω τῷ κυρίῳ, τοῦ ᾳσματος οὐκ ἐν φωνῇ ἀλλ' ἐν νοήσεσι τὴν υπαρξιν εχοντος· ψαλῶ δὲ καὶ ἐν πράξεσι τελείαις τῷ θεῷ, εως ὑπάρχω υπαρξιν εχων καθ' ην μετέχω τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων καὶ εἰπόντος ̓Εγώ εἰμι ὁ ων. Εὐπρόσδεκτα δὲ καὶ ἀρέσκοντα τῷ θεῷ διαλεγόμενος ἐρῶ ̔Ηδυνθείη αὐτῷ ἡ διαλογή μου. ουτω γὰρ καὶ αὐτὸς τὴν ἐκκλησίαν ἀποδεξάμενός φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων ̔Η φωνή σου ἡδεῖα.
1002 Ps 104,4b Ωσπερ κατὰ τὴν ἱστορίαν διηνεκῶς Σαμουὴλ ἐν τῇ σκηνῇ τοῦ
μαρτυρίου λειτουργῶν ἑώρα τὸ τοῦ θεοῦ πρόσωπον, ουτως οἱ συνεχῶς καὶ ἀδιαστάτως ἐξετάσει δογμάτων τῆς ἀληθείας καὶ πράξει τῶν ἀρετῶν ἐπιδεδωκότες σφᾶς διαπαντὸς ζητοῦσι τὸ πρόσωπον τοῦ θεοῦ, ἰδεῖν αὐτὸν νῷ καθαρῷ βουλόμενοι. πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεώς ἐστι, τυγχάνων εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· διὸ καὶ ὁ ὁρῶν αὐτὸν εὐθὺς ὁρᾷ τὸν θεόν. 1003 Ps 104,5b Στόμα δὲ αὐτοῦ τὸν λόγον αὐτοῦ νοήσαις, ος καὶ νομοθέτου καὶ ἀκριβοῦς παιδευτοῦ δίκην κεκριμένα παιδεύματα καὶ παραγγέλματα ὑμῖν δέδωκε. 1004 Ps 104,6.7 ∆ούλους εἰπὼν τοῦ θεοῦ τοὺς ἐξ ̓Αβραὰμ διὰ τὴν ἐξ ̓Αβραὰμ καταγωγὴν τοῦ γένους καὶ ἐκλεκτοὺς τοὺς ἐκ ̓Ιακὼβ διὰ τὸ Αὐτοῦ καὶ ἐπωνύμους ειναι αὐτοῦ, καὶ ἐκλογὴν ἐκ τῶν ἐθνῶν τότε προσληφθέντας εἰς κλῆρον ιδιον θεοῦ καὶ αὐτῶν κύριον καὶ θεὸν ιδιον τὸν θεόν, ομως κατὰ πάντας ἀνθρώπους ειναί φησι τὴν κρίσιν τὴν προνοητικήν. 1005 Ps 104,8b ̔Ο τῶν χιλίων γενεῶν ἀριθμὸς οὐ κατὰ πλήθους ειρηται ἀλλὰ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ωσπερ καὶ ἐν τῷ Χιλιάδες εὐθηνούντων, καὶ ετι ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 1006 Ps 104,10a ∆ι' ον ειπον αν καὶ αὐτοὶ Μέτοχοι Χριστοῦ γεγόναμεν, ατε ἀξιωθέντες τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐπιφανείας· αὐτὸν γὰρ ειναι τὸν Χριστὸν τὸν καὶ αὐτοῖς λελαληκότα καὶ αὐτὸς ὁ σωτὴρ διδάσκει ἐν οις φησιν ̓Αβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ινα ιδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ειδεν καὶ ἐχάρη. πότε ειδεν η οτε ἀναβλέψας τοῖς ὀφθαλμοῖς ειδεν ἐπιστάντα τὸν θεὸν αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ; τότε γάρ φησιν ἡ γραφὴ Ωφθη ὁ θεὸς ̓Αβραάμ. καὶ ταῦτα ουν, εἰ καὶετερον, ἀναγκαῖα ην ἀπαγγελθῆναι τοῖς εθνεσιν ὑπὸ τῶν ἐνταῦθα προστεταγμένων τοῦτο ποιεῖν. 1007 Ps 104,12a Τὸ Βραχεῖς ἀντὶ ὀλίγων ειπεν. τὸ γὰρ βραχὺ ἐπὶ μεγέθους κεῖται, τὸ δὲ ὀλίγους ἐπὶ ἀριθμητῶν τάττεται. 1008a Ps 104,18.19 Τοὺς πόδας αὐτοῦ μόνους ἐταπείνωσαν, ἐν πέδαις τῆς ψυχῆς αὐτοῦ οὐ συνδεθείσης ἀλλ' εξω τοῦ σιδήρου γεγενημένης. οσοι γὰρ δεσμοῖς περιβαλλόμενοι ἀγεννῶς τὴν περίστασιν φέρουσιν, καμφθεῖσαν ὑπὸ τοῦ σιδήρου τὴν ψυχὴν εχουσι. τοῦτο δὲ ὑπέμεινεν οὐκ εἰς απαν. περιορίζει γὰρ τῆς περιστάσεως τὸ τέλος, εἰπὼν αὐτὴν κεκρατηκέναι μέχρις ου διῆλθεν ὁ τοῦ θεοῦ λόγος· καθ' ον ἐκ τοῦ δεσμωτηρίου μετασταλεὶς κηδεμὼν καὶ τροφεὺς πάντων κεχειροτόνητο, τοῦ λογίου τοῦ κυρίου πυρώσαντος ἐπὶ τῷ ζέειν τῷ πνεύματι καὶ ἐξημμένον αὐτὸ εχειν τῷ θείῳ φωτί, μεθ' ο καὶ τηρεῖν δυνατὸν παραίνεσιν λέγουσαν Τὸ πνεῦμα μὴ σβέννυτε. 1009a Ps 104,20.21 Καὶ αὐτὸς δὲ ̓Ιωσὴφ οιδεν τοῦτο τὸ δόγμα· διὸ πρὸς τοὺς αἰτίους εφη Οὐχ ὑμεῖς ἀπεστάλκατέ με ωδε· ὑμεῖς μὲν γὰρ εἰς κακὸν ἐβουλεύσασθε, ὁ δὲ θεὸς εἰς