215
ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ὅταν δύο ἀλλοτρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι' ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, θέα τὴν ἐξουσίαν οὐδὲν 59.291 ἔχουσαν παρηλλαγμένον. Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ' ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ' ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον. Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ' ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, πανταχόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. ∆ιατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, ∆ύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ' ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ; ∆ῆλον ὅτι τὴν αὐθεντίαν δηλῶν. Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. ∆είκνυσιν ἐνταῦθα τό τε ὁμότιμον, καὶ ὅτι οὐδὲν ὠφελοῦνται, τὸν Θεὸν λέγοντες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτὸν, ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφημοῦντες, οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα. δʹ. Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως εἶπεν. Εἰ γὰρ ἐδίδασκε μόνον, ἑτεροούσιος δὲ ἦν, ἐνῆν καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. ∆οξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ 59.292 χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν Χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ' εἰς ἑτέρους ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτερον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ' ἂν αὐτοὶ μὴ κατορθώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ' ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαὶ φροντίδες. ∆ιὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. ∆έος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας