216
ἀγαθόν. 1010a Ps 104,26 ̓Επεὶ μὴ πάντες οιοί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς ουτως ἀσθενοῦσιν ἀποστέλλει θεὸς τοὺς δυναμένους ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. εἰσὶ δὲ ουτοι ὁ θεοῦ νόμος Μωυσῆς καὶ ὁ ἀρχιερατικὸς λόγος ου σύμβολον ̓Ααρών· ὁ μὲν διαγορεύων τὰ πρακτέα, ὁ δὲ λειτουργῶν ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ τὰς ἐξ αὐτοῦ χάριτας διαπορθμεύων ἡμῖν· οις ἡγεμόσι χρώμενοι τὴν Αιγυπτον φεύγομεν. 1011 Ps 104,37 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ὡς εκαστος τῶν ἐν ταύταις ταῖς φυλαῖς ὑγείαν καὶ σθένος εχων ἐρεῖ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, πλουτῶν δὲ καὶ ἐν εργοις ἀγαθοῖς παντί τε λόγῳ καὶ πάσῃ γνώσει, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ εξω τῆς Αἰγύπτου ὑπὸ θεοῦ γίνεται. ἀδύνατον γὰρ ἀσθενοῦντά τινα καὶ χρυσίου καὶ ἀργυρίου τῶν προειρημένων στερούμενον ἐξελθεῖν τῆς Αἰγύπτου.
1012 Ps 105,4-6 ̔Αγίων ἐστὶν ἡ προκειμένη μάλιστα φωνὴ τῶν πρὸ τῆς
ἐπιδημίας τοῦ σωτῆρος παρακαλούντων, οπως μνησθῇ αὐτῶν ὁ κύριος ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ αὐτοῦ ην ηὐδόκησεν ἐν τῷ ἀγαπητῷ υἱῷ ἑαυτοῦ σῶσαι κρίνας τὸν λαὸν ἑαυτοῦ καὶ τὸν κόσμον· δεικνὺς γοῦν αὐτόν φησιν Ουτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ἐπεὶ ουν ομματι διανοίας ειδον οἱ θεῖοι προφῆται ἐπιθυμήσαντες ἰδεῖν καὶ ἀκοῦσαι τὰ πρὸς ̓Ιησοῦ γινόμενα καὶ λαλούμενα, ἀξιοῦσι μνήμην αὐτῶν γενέσθαι ἐν τῇ κατὰ τὴν εὐδοκίαν σωτηρίᾳ. Σωτήριον δὲ θεοῦ πολλάκις ὁ Χριστὸς λέγεται, ὡς καὶ ἐν τῷ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ταύτην τὴν ἐπίσκεψιν ὁ τοῦ βαπτιστοῦ πατὴρ ἐμφανίζων περὶ θεοῦ φησι ∆ιὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οις ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ υψους. ̓Επισκεψαμένου δὲ ἡμᾶς ἐν τῷ σωτηρίῳ ἑαυτοῦ, ὑπάρξει ἡμῖν τὸ ἐκλεκτοὺς αὐτοῦ γενέσθαι καὶ θεάσασθαι ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν αὐτοῦ τὴν ἐπιτελουμένην χαρὰν καὶ εὐφρανθῆναι ἐν τῇ θείᾳ εὐωχίᾳ τοῦ εθνους τοῦ συμπληρουμένου ἐκ πάντων τῶν πιστευόντων. Κατορθωθείη δὲ ἡμῖν καὶ τὸ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας αὐτοῦ, ητοι ης ὀρέξει ἡμῖν ὡς κληρονόμοις η ης εχει κληρονομίας. τίς δὲ αυτη η ἡ ἐξ ἐθνῶν ἐκκλησία κατὰ τὸ Αιτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι εθνη τὴν κληρονομίαν σου; πνευματικῶς γὰρ λοιπὸν κατὰ τὸ εὐαγγέλιον τῷ νόμῳ προσέχοντες ἐπαινοῦνται μετὰ τῆς προειρημένης κληρονομίας. ἐπαινοῦνται δὲ ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἱερῶν δυνάμεων ἀποδεχομένων τοὺς εὐδοκιμεῖν σπεύδοντας παρὰ τῷ θεῷ. ̓Αναλαμβάνοντες δὲ καὶ τὸ πρόσωπον οἱ θεῖοι ανδρες τῶν μεταγινωσκόντων ἐφ' οις εδρασαν κακῶς, καὶ διδάσκοντες πῶς μετὰ τὰς ἁμαρτίας μετανοεῖν δεῖ φασιν, οὐχ ̔Αμαρτάνομεν, ἀλλ' ̔Ημάρτομεν μετὰ τῶν πατρῶν ἡμῶν· πατέρας ἑαυτῶν λέγοντες ητοι τοὺς προγόνους καὶ προγενεστέρους η τοὺς κατὰ κακίαν αὐτοὺς γεγεννηκότας. πάντ' ουν α λέξουσιν ἐξομολογούμενοι εἰς παρῳχηκότα χρόνον ἐνέκλιναν φάσκοντες ̔Ημάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν. ευ δὲ καὶ τὸ ἀπαριθμουμένους ἐφ' οις μετανοοῦσι μὴ φάναι ̓Ησεβήσαμεν· οὐ γὰρ εξω τῆς θεότητος γενάμενοι ἀλλὰ περιεχόμενοι αὐτῆς ὑπὸ παθῶν καὶ μοχθηρᾶς εξεως ἡττώμενοι ἡμάρτανον καὶ τὰ αλλα ἐποίουν. 1013 Ps 105,9 ̔Ο ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ πᾶσι θεὸς ἀνωμολόγηται. εἰ ουν καὶ ̓Ιησοῦς κλονουμένῃ ἐπιτιμᾷ τῇ θαλάσσῃ, ιν' ἐκ τρικυμίας η κλύδωνος γαλήνη γένηται, θεὸς ων ἀποδείκνυται αὐτὸς ων ὁ ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ ῃ υἱὸς ἐκείνου. Ομως δ' ἐπιτιμήσαντος τοῦ θεοῦ τῇ ἐρυθρᾷ θαλάσσῃ, ξηραίνεται ὡς διοδεύσιμον αὐτὴν γένεσθαι τὴν πάλαι θάλασσαν καὶ αβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος ουτω καλουμένην. 1014 Ps 105,19 Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ, εχοντες φαντασίαν ἐξ Αἰγύπτου κομισθεῖσαν τοῦ ἐν Μέμφει Απιδος. διὸ καὶ πρὸς τούτῳ τῷ μόσχῳ καὶ ἑτέροις γλυπτοῖς προσεκύνησαν, συνεσχημένοι τῷ δράματι τῆς πολυθεότητος. αὐτίκα γοῦν μόσχον