217
ενα πεποιηκότες ὡς πολλοὺς δεικνῦντες εφασκον Ουτοι οἱ θεοί σου, ̓Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
1015 Ps 106 αργ Καὶ ὁ ἐπιφερόμενος ψαλμός, περιέχων θεοῦ εὐεργεσίας καὶ
ἐλεημοσύνας πρὸς τοὺς ἀνθρώπους γεγενημένας αινος αὐτοῦ τυγχάνων, προτεταγμένον εχει τὸ ἀλληλουϊά. 1016 Ps 106,1bc Οις μεταπίπτει τὰ περιεστηκότα θλιβερά (μηδὲν αὐτῶν εἰσενεγκαμένων εἰς τοῦτο), ἐλέει χρηστοῦ θεοῦ ταῦτα εχειν ἐγνωκότες λέγειεν αν τοὺς προκειμένους στίχους. καὶ ἐπεὶ ειέν τινες ἐν προσκαίροις νομιζομένοις ἀγαθοῖς γινόμενοι, ουτοι ἐλέου θεοῦ ἁπλῶς πεῖραν εχουσιν, εἰς τὸν αἰῶνα ἐλεουμένων τῶν αἰώνια ἀγαθὰ παρ' αὐτοῦ ἐχόντων. ειπε γοῦν καὶ αὐτὸς ὁ χρηστὸς θεὸς πρός τινα ̓Ελέῳ αἰωνίῳ ἐλέησά σε. ουτω δὲ καὶ ελεος ποιεῖ εἰς χιλιάδας τοῖς αὐτὸν ἀγαπῶσιν, ἑτοιμάζων αὐτοῖς α ὀφθαλμὸς οὐκ ειδεν οὐδὲ ους ηκουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. ειρηται καὶ πρότερον τὸ ἀγαθὸν τῷ χρηστῷ συνωνυμεῖν. 1017 Ps 106,4 ∆ιὸ καὶ ἐν ἐρήμῳ τε ἀρετῶν οντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ εχοντες ῳ ἑπόμενοι εὑρεῖν οιοί τε ημεν μετὰ τὴν ὁδὸν πόλιν ευ διατεταγμένην ἱερῷ νόμῳ ἐν ῃ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες αὐτῆς. εστι δὲ ἀρετὴ καὶ θεοῦ σοφία. 1018 Ps 106,10b Καὶ τῆς προκαταλαβούσης πτωχείας ἐναντίως ἐχούσης τοῦ πλουτεῖν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἐν εργοις ἀγαθοῖς, ὁ τούτων τῶν κακιῶν ἀφεθεὶς οὐδὲ κολάσεις πειρασθήσεται. 1019 Ps 106,17 Ετι βαδιζόντων τῆς ἀνομίας αὐτῶν ὁδόν, ἀντελάβετο αὐτῶν ὁ ιλεω θεός, ἐπείπερ διὰ πλῆθος ων ειχον ἀσεβειῶν ταπεινωθέντες ἐνείχοντο τοῖς ἀφ' ων αὐτοὺς ἐξήγειρε. καὶ ορα εἰ δύνασαι ἐφαρμόσαι τούτοις τὸ περὶ τοῦ ἐν τῷ σταυρῷ μετανοήσαντος λῃστοῦ· ετι γὰρ ἐν ὁδῷ ἀνομίας οντος αὐτοῦ (διὰ λῃστείαν γὰρ κατεκέκριτο) καὶ ταπεινωθέντος κολάσει διὰ τὰς ἀνομίας ας ειχεν, ἀντελάβετο αὐτοῦ ὁ εἰπὼν πρὸς αὐτὸν Σήμερον μετ' ἐμοῦ εσῃ ἐν τῷ παραδείσῳ. 1020 Ps 106,18.19 Καθόλου δὲ καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τῆς ψυχῆς ὁ διά τι νόσημα καχεκτῶν πρὸς πᾶσαν τροφὴν ἀπεχθάνεται σωματικήν τε καὶ ψυχικήν, οἱ δὲ τὴν ὑγείαν τῆς ψυχῆς εχοντες πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην. Πύλαι δὲ θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι. ταύταις ἐγγίζουσιν οἱ πρὶν ἐλθεῖν πρὸς αὐτὸν ετι ζωτικὴν εχοντες πνοήν τε καὶ δύναμιν, λέγω δὴ τὴν περὶ θεοῦ εννοιαν· διὸ ἐν τῷ θλίβεσθαι αὐτοὺς βοῶσι πρὸς κύριον, καὶ σῴζει αὐτοὺς ἐκ πασῶν τῶν κατεχουσῶν ἀναγκῶν. καὶ εἰ μὴ πρὸς κύριον ἐκέκραξαν, εφθανον αν καὶ μέχρις αὐτοῦ τοῦ θανάτου. 1021 Ps 106,22b ̓Εξαγγέλλει δὲ ἐν ἀγαλλιάσει τὰ εργα αὐτοῦ πᾶς ὁ τὰ εἰς ἑαυτὸν γενόμενα ἐξαγγέλλων καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ εὐεργεσίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέρων γενόμενα διηγούμενος. 1022 Ps 106,26 Τὸ δὲ ἀναβαίνειν λέγεσθαι τὰ υδατα εως τοῦ οὐρανοῦ καὶ καταβαίνειν εως τῆς ἀβύσσου καθ' ὑπερβολὴν ειρηται. καὶ γὰρ τοῦ τοιούτου τρόπου ευροις αν μυρία παραδείγματα ἐν τῇ γραφῇ· περὶ γὰρ τῶν πόλεων τῶν τοῦ ̓Ισραὴλ ἐχθρῶν οτι τετειχισμέναι ησαν εως τοῦ οὐρανοῦ διὰ τὸ ἐν ὑψηλοῖς τετειχίσθαι τείχεσι, καὶ τὸ ̔Υπὲρ χιόνα δὲ λευκανθήσομαι τῷ αὐτῷ ειρηται τρόπῳ. 1023 Ps 106,38b Αλλοι φασί· κτήνη αν ειεν τὰ καλούμενα πρόβατα, οιτινες εξουσι πλῆθος καὶ μέγεθος διὰ τὸ κατωρθωκέναι πραΰτητα καὶ εὐμάθειαν. 1024 Ps 106,42b ̓Αλλὰ καὶ μὴ εχουσα κατειπεῖν τῆς περὶ τὰ εθνη οἰκονομίας τοῦ θεοῦ ἐμφράξει τὸ στόμα αὐτῆς. ἀνομίαν δὲ νοήσεις τὸν διάβολον καὶ πάντα τὸν κατ' αὐτὴν πεποιωμένον κατὰ τὸ ̓Ενεφράγη στόμα λαλούντων ανομα. 1025 Ps 106,43 ̓Επειδὴ τὸ πολὺ αὐτῶν ἀνάκειται τῇ πνευματικῇ διανοίᾳ, σοφῶν καὶ συνετῶν εστι τὸ συνιέναι αὐτά.