1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

218

1026 Ps 107,2b ∆όξα αὐτοῦ ἡ πρακτικὴ καὶ θεωρητικὴ εξις καθ' ην διάκειται πρὸς τὴν ἠθικὴν καὶ διανοητικὴν ἀρετήν. 1027 Ps 107,3 Οις ἀνέτειλε τὸ φῶς τὸ ἀληθινόν, πρὸς κύριον ὀρθρίσαντες ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, πλήττοντες τὸ ψαλτήριον καὶ κρούοντες τὴν κιθάραν μελῳδοῦσι τῷ πανσόφῳ θεῷ, εὐρύθμως καὶ ἐναρμονίως τοὺς υμνους ἀναπέμποντες. ειρηται δὲ ἐν τῷ ψαλμῷ τί ψαλτήριον καὶ τί κιθάρα. 1028 Ps 107,5 Μεγαλύνεται εως τοῦ οὐρανοῦ τὸ ελεος, ἀρχόμενον ἀπὸ τῆς γῆς· Τοῦ γὰρ ἐλέους κυρίου πλήρης ἡ γῆ. τὸ τέλος εχει τοὺς ἀρξαμένους ἀπὸ τῆς γῆς ἐλεεῖσθαι ἐπὶ τὸν οὐρανὸν φθάσαι ἐπὶ τῷ τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομῆσαι. μεγαλύνεται δὲ καὶ ἡ ἀλήθεια αὐτοῦ ἐν ταῖς τὸν πνευματικὸν διακονουμέναις ὑετὸν νεφέλαις Μωυσῇ καὶ τοῖς προφήταις, ἐπείπερ ἡ διακονία αὐτῶν ἀπὸ τῆς σκιᾶς ἀρξαμένη εἰς τὴν ἀλήθειαν καταλήγει, ὡς καὶ αὐτοὺς πνεύματι καὶ ἀληθείᾳ προσκυνῆσαι τῷ πατρὶ ὡσαύτως τοῖς ἀποστόλοις καὶ πᾶσι τοῖς τοῦ πνεύματος μαθηταῖς. 1029 Ps 107,6 ̓Απὸ τῆς πρώτης λέξεως εως τοῦ ̓Επὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου ὁ αὐτός ἐστι τῶν Ν, ἀπὸ δὲ τοῦ ἑξῆς στίχου μέχρι τελευτῆς τῶν ΝΘ· οθεν εκαστα τῶν προκειμένων ἐκεῖ εἰρηκότες νῦν ἐπιτεμνόμεθα. 1030 Ps 107,6 ̔Υψουμένου τοῦ θεοῦ ἐν τοῖς τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦσι καὶ διὰ τοῦτο οὐρανοῖς καλουμένοις, ἡ δόξα αὐτοῦ ἐπὶ πᾶσαν ἐκτείνεται τὴν γῆν τὴν δυναμένην καρποφορεῖν ἑκατὸν ἑξήκοντα τριάκοντα· η ὑψουμένου τοῦ θεοῦ ἐπὶ τὰς θεωρητικὰς τοῦ κόσμου φύσεις προσαγορευομένας οὐρανούς, ἡ δόξα αὐτοῦ ἐπὶ τὰς πρακτικὰς γῆν ὀνομαζομένας τυγχάνει. 1031 Ps 107,7 Οὐκ αλλως οἱ αξιοι τοῦ ὑπὸ σοῦ ἀγαπᾶσθαι ῥυσθεῖεν ἀπὸ τῶν κατεχόντων πολεμίων η καὶ τῶν περιστάντων αὐτούς, η σοῦ σώσαντος τῇ δεξιᾷ σου καὶ ἐπακούοντος ἐμοῦ τοῦ ὑπὲρ αὐτῶν πρεσβευομένου. 1032 Ps 107,8-10 ̓Ωμίασις ἑρμηνεύεται Σίκημα, εργου σύμβολον ουσα. ὑψωθεὶς ουν ὁ κύριος ἐπὶ τὸν σταυρὸν καὶ ἀναβεβηκώς, διεμέρισε τῶν ἀνθρώπων τὰ εργα ὡς τὰ μὲν δικαιῶσαι, τὰ δὲ ἀποδοκιμάσαι· κριτὴς γὰρ δίκαιός ἐστι. διὸ καὶ τὸν περίγειον τόπον, διὰ τὸ ειναί που κάτω κοιλάδα καλούμενον τῶν ἐν αὐτῷ διατριβόντων σωμάτων ἀνθρωπίνων, σκηνώματα καλεῖται τῶν ἐνοικουσῶν ψυχῶν διαμέτρησιν τῷ καὶ τῶν κάτω καὶ τῇδε πραγμάτων προνοεῖσθαι. ἀμέλει γοῦν εἰς πάντα τὰ εθνη ἀπέστειλε τοὺς κήρυκας τῆς ἀληθείας, κηρυχθῆναι τὸ εὐαγγέλιον δικαιώσας. Γαλαὰδ μετοικισμός, Μανασσῆς δὲ ἀπὸ λήθης, ̓Εφραῒμ καρποφορία ἑρμηνεύεται. ἐρεῖ ουν ὁ σωτὴρ ̓Εμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀλήθειαν η ἀπὸ κακίας εἰς ἀρετὴν η γῆς εἰς οὐρανὸν μετοικιζόμενος· ἐμὸς δ' ἐστὶ καὶ ὁ λήθην τῶν καλῶν πᾶσαν ὑπερβὰς καὶ ἀπὸ ταύτης γεγενημένος. ὁ γὰρ μετὰ λήθην εἰς μνήμην ἐρχόμενος Μανασσῆς ἐστι, τουτέστι ἀπὸ λήθης ἀφεὶς καὶ καταλιπὼν τὴν λήθην καθ' ην ἐπιλέληστο θεοῦ τῶν ἀγαθῶν. ἀλλὰ καὶ ἡ πολλὴ καρποφορία τῶν πεπιστευκότων ἐθνῶν σκέπη καὶ ἀντίληψις τοῦ σωτῆρος γέγονεν· ὡς γὰρ Παῦλος τοῖς πρὸς αὐτοῦ ὠφεληθεῖσι γράφει ὡς ειεν αὐτοῦ χαρὰ καὶ στέφανος, ουτω καὶ ὁ σωτὴρ ἀντίληψιν εχει στέφανον αὐτοῦ πλεκόμενον τοὺς δικαιοσύνην καὶ ἀλήθειαν καρποφοροῦντας. Καὶ ̓Ιούδας δὲ βασιλεὺς αὐτοῦ ἐστιν, οὐ τῷ βασιλεύειν αὐτοῦ ἀλλὰ τῷ βασιλέα οντα προσοικειῶσθαι αὐτῷ. τοιοῦτος δὲ ὁ ∆αυίδ, η τάχα πᾶς ἐξομολογούμενος ἐφ' οις κατώρθωσεν ̓Ιούδας ἐστι ἐξομολόγησις ἑρμηνευόμενος. ̔Ο μέντοι Μωὰβ διὰ τὸ κολαστικὸς ειναι τῶν αὐτῷ παραδεδομένων ὑπὸ κυρίου τῆς ἐλπίδος τοῦ λέγοντος λέβης ἐστίν. ὁ δὲ λέβης πολλαχοῦ τῶν προφητῶν σημαίνει κόλασιν. ἐπεὶ ουν χρηστῇ προθέσει αἱ κολάσεις ἐπάγονται ἐλπίδα ἀγαθὴν διαδεχομένην εχουσαι, λέβης ἐλπίδος καὶ προσδοκία ἀγαθῶν ἐστιν. ̓Επὶ τὴν ̓Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. εἰ πρόσωπον ειη τοῦ σωτῆρος τὸ ταῦτα λέγον, ἐπεὶ μεταλαμβάνεται ἡ ̓Ιδουμαία εἰς τὸ γηίνη, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήινα πορείαν ποιήσασθαι· σύμβολον γὰρ