1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

219

κεκαλυμμένης πορείας τὸ ὑπόδημα. πάλαι μὲν ουν γυμνῇ τῇ πορείᾳ ἐχρῆτο κτίζων προνοούμενος, νῦν δὲ μετὰ σαρκὸς ης περίκειται η καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. ἐπειδὴ δὲ καὶ τὸ εὐαγγέλιον ὑπεδήσαντό τινες τῇ ἑτοιμασίᾳ τῆς εἰρήνης, καὶ τοῦτο τὸ ὑπόδημα πανταχοῦ διαδοθὲν ἐξετάθη ἐπὶ τὴν ̓Ιδουμαίαν καθ' ἑκατέρους τοὺς εἰρημένους τρόπους.

1033 Ps 108,6-8 Οὐ πᾶσι τὰ αὐτὰ δεξιά, ἀλλὰ τῷ μὲν σπουδαίῳ τὰ νοητὰ καὶ

τὰ τῆς ἀρετῆς, τῷ δὲ φαύλῳ τὰ αἰσθητὰ καὶ τὰ τῆς κακίας· ἐν μὲν τοῖς δεξιοῖς τοῦ ἁγίου θεὸς ισταται, ἐν δὲ τοῖς τοῦ ἁμαρτωλοῦ διάβολος. ἀλλ' ισως ἀντερεῖ τις λέγων· Καὶ περὶ ̓Ιησοῦ τοῦ μεγάλου ἱερέως ἁγίου τυγχάνοντος λέλεκται Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. οὐκ ἐπέστησε δὲ ὁ ἀνθιστάμενος τῇ τῶν λέξεων διαφορᾷ· ἐπὶ μὲν γὰρ τοῦ ̓Ιούδα ∆ιάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ γέγραπται, ἐπὶ δὲ τοῦ μεγάλου ἱερέως Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ· τῇ γὰρ δεξιότητι τοῦ ἁγίου ισταται μαχόμενος καὶ ἀνθιστάμενος, εἰ καὶ ἀνατρέψαι οὐχ οιός τέ ἐστι τὸν ου ὁ θεὸς ἐν τοῖς δεξιοῖς ἐστι· τοῦ δὲ ̓Ιούδα ὡς ἐν ἰδίῳ τόπῳ τοῖς δεξιοῖς ισταται. διὸ καὶ φαῦλός ἐστι, καὶ ετι τὸ ἑπόμενον ἐμφαίνει τὴν πονηρίαν αὐτοῦ, τοῦ σωτῆρος εὐχομένου εἰς ἁμαρτίαν γενέσθαι τὴν τοῦ ̓Ιούδα προσευχήν. γίνεται εἰς ἁμαρτίαν προσευχὴ τῷ ἀναπέμποντι αὐτήν, οταν ἀποτυγχάνῃ ων αἰτεῖται. Ηυξατο γοῦν, τρόπον τινὰ προδιδοὺς τὸν διδάσκαλον, ἀφανισθῆναι τὸν λόγον αὐτοῦ καὶ σκορπισθῆναι πάντας τοὺς μαθητὰς καὶ πεπιστευκότας, ἀλλ' ἀπέτυχεν. εδραμε γοῦν ὁ λόγος αὐτοῦ, καὶ οἱ πιστεύοντες αὐτῷ ὁσημέραι αὐξάνοντες τὴν πᾶσαν οἰκουμένην ἐπλήρωσαν. Καὶ αλλως γε γίνεταί τινι εἰς ἁμαρτίαν ἡ προσευχή, οταν μὴ α δεῖ ἀλλὰ α μὴ συμφέροι αὐτῷ ἀξιοῖ λαβεῖν παρὰ τοῦ θεοῦ καὶ διὰ τοῦτο κρίναντος αὐτόν, ἐπεὶ μηδὲ α πρέπει θεὸν διδόναι μηδὲ αὐτῷ λυσιτελῆ ᾐτήσατο. Παντὸς δὲ προδότου τῆς ἀληθείας γίνονται αἱ ἡμέραι ὀλίγαι, ας ειχε φωτιζόμενος, πρὶν προδῷ τὴν ἀλήθειαν. ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενος, λαμβάνει δὲ καὶ τούτου τὴν ἐπισκοπὴν ἀντ' αὐτοῦ διδάσκαλος γινόμενος, ὁ καὶ ἐμμείνας καὶ προκόψας ἐν τῇ ἀληθείᾳ. 1034 Ps 108,14a Πατέρες τοῦ ̓Ιούδα οἱ κατὰ προδοσίαν γεννήσαντες αὐτὸν ειναι δύνανται οι τε διὰ τῆς δόσεως τῶν ἀργυρίων εἰς τοῦτο αὐτὸν παρορμήσαντες, καὶ ετι ὁ βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ Σατανᾶς προδοῦναι τὸν κύριον, καὶ οἱ εχοντες σοφίαν τούτου τοῦ αἰῶνος αρχοντες περὶ ων ὁ Παῦλος Εἰ γὰρ εγνωσαν, οὐκ αν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. 1035 Ps 108,16c ̓Εθανάτωσε δὲ αὐτόν, αιτιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι. 1036 Ps 108,21-23 ̔Ο τὴν τοῦ δούλου μορφὴν περικείμενος ὡς πρὸς κύριον τὸν πατέρα λαλεῖ. λέγει δὲ τῷ κυρίῳ, οπως ποιήσει μετ' αὐτοῦ ελεος εὐεργετῶν τοὺς πιστεύοντας οντας αὐτοῦ σῶμα· τὰ γὰρ εἰς τὸ σῶμα αὐτοῦ γινόμενα ἑαυτῷ λογίζεται. διό φησι Ποίησον μετ' ἐμοῦ ενεκεν τοῦ ὀνόματος σου, ἐπείπερ ἐν τούτῳ ἐλήλυθα πρὸς ους ἀπέστειλάς με φάσκων ̓Εγὼ ἐν τῷ ὀνόματι τοῦ πατρὸς ἐλήλυθα· ενεκεν ουν τούτου τοῦ ὀνόματος ποίησον, Οτι χρηστὸν τὸ ελεός σου, εὐεργετικὸν ον καὶ μεστὸν ἀγαθότητος· ποίησον δέ, ἐπεὶ Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Λέγοις δ' αν καρδίαν καὶ ἰσοψύχους αὐτοῦ τοὺς ἀποστόλους, τῶν ὑποδεεστέρων πεπιστευκότων τυγχανόντων αὐτῷ σῶμα. ἐπεὶ ουν ἐσκορπίσθησαν οἱ μαθηταὶ σκανδαλισθέντες ἐν τῇ νυκτὶ ἐκείνῃ, οτ' ἐπαρέστησαν ἐπὶ τῷ κρατῆσαι αὐτὸν ̓Ιούδας καὶ ὁ τῶν Φαρισαίων οχλος, τεταράχθαι αὐτοὺς καρδίαν αὐτοῦ τυγχάνοντας συνέβη. πλὴν εἰ καὶ ἐταράχθη ἡ καρδία αὐτοῦ, ἀλλ' ουν οὐκ ἀπέστη αὐτοῦ, περιεχομένη αὐτοῦ καὶ ενδον ουσα τῶν μαθητῶν αὐτοῦ. ̓Αλλὰ καὶ πᾶς ὁ ταραττόμενος τὴν καρδίαν ἀπὸ λογισμῶν η παθῶν, μηδὲν δὲ πράττων η λέγων κατὰ τὴν ταραχήν, ἐρεῖ τὸ ̓Εταράχθη ἡ καρδία μου ἐντός μου. Ειτ' ἐπεὶ ἀεὶ ἐν