1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

220

ἀνθρώποις ημελλεν ὁ σωτὴρ διάγειν (ἀνελήφθη γοῦν μετὰ ἀνάστασιν εἰς οὐρανούς), ἐρεῖ περὶ τῆς ἀνθρωπίνης ζωῆς οὐ μονίμου οὐδ' ἑστηκυίας ουσης ὡς σκιὰ ἐν τῷ ἐκλείπειν ̓Αντανῃρέθης μου ἐκτιναχθέντος ὡς ἀκρίδος· ὡς γὰρ αἱ ἀκρίδες δι' ἀσθένειαν φύσεως θᾶττον ἐκτινάσσονται σοβούμεναι, ουτω κἀγὼ ἀσθενῆ ζωὴν δι' ἀνθρώπους ἀναλαβὼν ἐπὶ τῷ σταυρωθῆναι ἐξ ἀσθενείας ταχέως ἐξεδιώχθην μετὰ ἀνάστασιν ἀναληφθείς. ∆ύναται καὶ περὶ πάντων τῶν μαθητῶν ὡς περὶ αὐτοῦ λέγειν τὸ ̓Εξετινάχθην ὡσεὶ ἀκρίδες, ἐπείπερ διωκόμενοι καὶ ἐκτινασσόμενοι πρὸς τῶν κακοῦν θελόντων οὐ ταπεινοῦνται ἀλλ' ἱπτάμενοι μετάρσιοι φέρονται. καὶ πάντες ουν οἱ μάρτυρες ἐκτιναχθέντες ὡσεὶ ἀκρίδες, ἐάσαντες τὰ κάτω, διώκουσι τὸ βραβεῖον τῆς ανω κλήσεως. 1037 Ps 108,30.31 ̓Αποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν αὐτὸν ἐπήγαγεν Οτι παρέστη ἐκ δεξιῶν πένητος· ἐμοῦ δηλονότι τοῦ ὑπὲρ πάντων πτωχεύσαντος, οπως τῇ ἐμῇ πτωχείᾳ πλουτήσωσι. παρίσταται δὲ ἐκ δεξιῶν τοῦ πάντα δεξιῶς πράττοντός τε καὶ φρονοῦντος. πάλιν δὲ τοῦ ἐκ δεξιῶν αὐτοῦ παρεστάναι τὸν θεὸν τὴν πρόφασιν τιθεὶς λέγει Τοῦ σῶσαι τὴν ψυχήν μου.

1038 Ps 109,1bc Πληρώσαντι τὴν οἰκονομίαν ἐκ νεκρῶν τε ἀναστάντι καὶ εἰς

οὐρανὸν ἀναληφθέντι τῷ υἱῷ κυρίῳ οντι ειπεν ὁ κύριος Κάθου ἐκ δεξιῶν μου, εως αν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, τουτέστιν ὁ πατήρ. Παῦλος γοῦν οιδε μετὰ τὴν ἀνάληψιν ταύτην εἰρῆσθαι τὴν φωνὴν διὰ τοῦ φάναι Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· καὶ ἑξῆς Τίνι γὰρ τῶν ἀγγέλων ειρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; κύριος τοίνυν ων ὁ πατὴρ τῶν πρὸς αὐτοῦ γεγενημένων ἁπάντων λέγει τῷ κυρίῳ τῆς κτίσεως Κάθου ἐκ δεξιῶν μου, εως αν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγει δὲ ὁ πατὴρ τῷ υἱῷ ὡς αν ειποι πατὴρ υἱῷ καὶ υἱὸς πατρί, οὐ γὰρ προφορᾷ χρώμενος διαλέγεται τῷ υἱῷ· αὐτὸς γὰρ αὐτοῦ νόησις ἀλήθειά τε καὶ σοφία καὶ λόγος. κάθηται δὲ ἐν τοῖς δεξιοῖς ὁ κύριος τοῦ κυρίου. οὐ τοπικῶς η σῶμα ην η ειχεν ὁ ταῦτα λέγων, καν ἐν τόπῳ τὸ δεξιὸν ἐζητοῦμεν. δεξιοῖ τοιγαροῦν τοῦ θεοῦ οἱ μετέχοντες αὐτοῦ καθὸ θεὸς καὶ αγιος καὶ ἀγαθός ἐστιν· ων οὐκ αλλος ἡγήσεται η αμα τῷ πατρὶ βασιλεύων. τὸ γὰρ Κάθου ἐκ δεξιῶν συμβασιλεύειν τοῦ υἱοῦ δηλοῖ πρὸς τὸν πατέρα. Ειτ' ἐπὶ τῶν λογικῶν· οἱ μὲν σοφίαν καὶ ἀκραιφνεστάτην ἀρετὴν εχοντες θρόνος εἰσὶ τοῦ θεοῦ· καὶ ἐν τούτοις καθήμενος ὁ σωτὴρ ἐν δεξιᾷ τοῦ θεοῦ κάθηται. οἱ δὲ πρὸς κακίαν καὶ κακοδοξίαν ἑλάσαντες ἐχθροὶ τοῦ λόγου καὶ τῆς ἀληθείας εἰσί. βούλεται δὲ καὶ τούτους ὁ πατὴρ διὰ μετανοίας ελκων ὑπὸ τὴν πορείαν καὶ τοὺς πόδας τοῦ λόγου ποιῆσαι, ιν' ὑποπόδιον αὐτοῦ γεγενημένοι κατὰ τὸ ἐγχωροῦν απτωνται τῶν ποδῶν αὐτοῦ· μεθ' ην ἁφὴν πρὸς ἀρετὴν καὶ σοφίαν εὐκινητότεροι γινόμενοι ἐξ ὑποποδίου καὶ αὐτοὶ θρόνος εσονται. διό φησιν ὁ Παῦλος ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, αχρις ου θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐνταῦθα ουν ὁ θεός φησιν Εως αν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κάθηται μὲν γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς βασιλεύων εἰς οσον οἱ ἐχθροὶ ἀντιτείνουσιν. οταν δὲ αὐτοὺς ὑποτάξῃ καὶ ὑποπόδιον ἑαυτοῦ ποιῆσαι ἀρχὴν ὠφελείας ἐν αὐτοῖς τεθεικώς, ὀρέγων χεῖρα ἀνάγει αὐτούς, οπως καὶ αὐτοὶ ἐν δεξιοῖς ἀριθμηθεῖεν, οὐκέτι ουσης κακίας τότε δι' ην ἐτύγχανον ἀριστεροί, ὡς λοιπὸν τὸν πατέρα ἐν υἱῷ καὶ τὸν υἱὸν ἐν πατρὶ εν ειναι καὶ πάντας τελειωθέντας τοὺς λογικοὺς εν γενέσθαι πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τοῦ θεοῦ πάντα ἐν πᾶσι γινομένου. 1039 Ps 109,3ab Νοήσεις καὶ ουτως· τὸ τῆς ἀρχῆς ονομα βασιλείαν ἐνταῦθα σημαίνει ουσαν μετὰ τοῦ σωτῆρος ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η μετὰ ἀνάστασιν ην ἀνέστη ἐκ νεκρῶν· εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ