1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

221

δυνάμεως θεοῦ. η σημαίνων τὴν προσοῦσαν αὐτῷ σύμφυτον ἀρχήν, καθ' ην κρατεῖ καὶ δυναστεύει (αυτη δὲ ἡ τῆς δυνάμεως ἡμέρα) οὐκ ἐν τοῖς τυχοῦσιν ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων καθ' ας εξουσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενοι καὶ λαμπρυνόμενοι ωστ' αν εἰπεῖν Εστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. ̓Εὰν δὲ ἀρχὴν τοὺς ἀρχομένους λέγῃ, καθ' ο σημαινόμενον ειρηται ̔Ο θεὸς πάσης ἀρχῆς ἐπικρατῶν, καὶ τὸ ̓Εγενήθη ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ωμου αὐτοῦ, καὶ ουτως ἐρεῖς μετὰ τοῦ ειναι τοὺς ἀρχομένους ὑπ' αὐτοῦ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η καταυγάζει ηλιος δικαιοσύνης ων. λέγει γοῦν αὐτὸς περὶ τῶν ὑπ' αὐτοῦ βασιλευομένων πρὸς τὸν πατέρα Θέλω ινα οπου εἰμὶ ἐγὼ καὶ αὐτοί εἰσι μετ' ἐμοῦ, ινα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 1040 Ps 109,3c Πάντες οἱ ἐκκλησιαστικοὶ οὐ νῦν πρότερον ἀλλὰ καὶ ἀεὶ πρὸς τοῦ πατρὸς τὴν προκειμένην λέγουσι φωνὴν εἰρῆσθαι συναπτομένην τῇ ἀρχῇ τοῦ ψαλμοῦ ουτως· Ειπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, εως αν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, -τῶν αλλων ἡμιστίχων διὰ μέσου εἰρημένων. καὶ εοικέ γε καὶ ὁ ἀπόστολος ταύτῃ τῇ διανοίᾳ ἠκολουθηκὼς εἰρηκέναι Τίνι γὰρ τῶν ἀγγέλων ειρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; μονονουχὶ λέγων· Οὐδενὶ τῶν γεννητῶν ἀλλὰ τῷ μονογενεῖ υἱῷ ἑαυτοῦ μόνῳ ειπε Κάθου ἐκ δεξιῶν μου, ἐπεὶ καὶ μόνος αὐτός ἐστι μονογενὴς ων ἐν κόλποις τοῦ πατρός. Ιδωμεν δὲ καὶ αὐτὴν τὴν λέξιν τί βούλεται. καὶ ῥητέον γε οτι ὁ θεὸς ἁπλοῦς μὲν καὶ ἀσύνθετός ἐστι· καὶ ομως ουτως αὐτοῦ ὑπάρχοντος, ὁ θεῖος λόγος, ἐὰν δημιουργὸν αὐτὸν γνησίως παραστῆσαι βούλεται, ἀφ' ων ισμεν, ὁμιλῶν τῶν χειρῶν αὐτοῦ λέγει εργα ειναι τοὺς οὐρανοὺς καὶ τὴν αλλην κτίσιν. ουτω καὶ γνησίας γονεῖς, οταν λόγον ποιώμεθα, γαστέρα ὀνομάζομεν. ἐπεὶ γάρ εἰσι κυρίως τινῶν υἱοί, αλλοι δὲ εἰσποιητοὶ καὶ θετοί, οταν μὴ τοὺς θετοὺς ἀλλὰ τοὺς κυρίως σημαίνωμεν, λέγομεν γεννήματα γαστρὸς αὐτοὺς τῶν τεκόντων. καὶ θεὸς ουν γνήσιον υἱὸν καὶ ἐξ ἑαυτοῦ τὸν μονογενῆ παραστῆσαι θέλων γαστρὸς μνημονεύει. ἀλλ' ωσπερ τὸ ποιεῖν αὐτὸν χερσὶ θεοπρεπῶς, ουτω καὶ τὸ γεγεννηκέναι ἐκ γαστρὸς ἀκούωμεν. ̓Αλλὰ πολλὰ μὲν τὰ χειρῶν εργα, εν δὲ τὸ μονογενὲς γέννημα γαστρός· οθεν οὐ ταὐτὸν τὸ κτίζειν καὶ τὸ γεννᾶν ἐπὶ θεοῦ ῥητέον, ὡς οιονταί τινες. πάντα μὲν γὰρ διὰ τοῦ λόγου καὶ ἐν σοφίᾳ γεγένηται, ἡ σοφία δὲ καὶ ὁ λόγος οὐ διά τινος ἀλλ' ἐκ θεοῦ γεγέννηται. διὸ οὐ ταὐτὸν τὸ γεννᾶν τῷ ποιεῖν· εἰ γὰρ μὴ ειχε διαφοράν, οὐδὲν ἐκώλυεν εἰπεῖν· Αἱ χεῖρές μου ἐποίησάν σε, καὶ γαστρός μου εργα οἱ οὐρανοί. ἀλλ' ωσπερ ἡ λέξις πολλὴν εχει παραλλαγήν, ουτω καὶ τὰ σημαινόμενα ὑπ' αὐτῆς. ̓Αλλ' οὐκ ἀγνοοῦντι τῷ υἱῷ ταῦθ' ὁ πατὴρ λέγει, ἀλλ' ιν' ἡμεῖς γνῶμεν τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, ἀνεγράφη ταῦτα. Ωσπερ καὶ τὸ ὑπ' αὐτῆς τῆς μονογενοῦς σοφίας εἰρημένον Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὸ καὶ ἐνταῦθα πρὸ ἑωσφόρου γεγεννῆσθαι λέγεται, ἑωσφόρου δὲ φωτός, οὐκ αἰσθητοῦ μόνου ἀλλὰ καὶ νοητοῦ. εἰ δὲ καὶ τῶν νοητῶν, πρόδηλον οτι καὶ πάσης τῆς κτίσεως κατὰ τὸ εἰρημένον Καὶ αὐτός ἐστι πρὸ πάντων. 1041 Ps 109,4 Ωσπερ ἡμῖν ὁ σωτὴρ ορκον ὁρίζει ειναι τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου, ουτω μᾶλλον δὲ πολλῷ πλέον θεὸς ἀληθεύων ὀμνύναι λέγεται, οὐ ἀπωμοτικῷ η κατωμοτικῷ τινι χρησάμενος. ωμοσε τοίνυν ὁ κύριος καὶ οὐ μεταμελήσεται, ἐπείπερ ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ· κλῆσις δὲ μεγίστη ἡ τοῦ σωτῆρος εἰς ἱερωσύνην καὶ ἀμεταμέλητον χάρισμα, ἡ ἱερωσύνη οὐ κατὰ τὴν τάξιν ̓Ααρὼν ἀλλὰ τοῦ Μελχισεδὲκ εἰς τὸν αἰῶνα. ἡ γὰρ τοῦ ̓Ααρὼν μέχρι καιροῦ διορθώσεως ἐπικειμένη μετετέθη, ῃ φησιν ὁ Παῦλος Μετατιθεμένης τῆς ἱερωσύνης ἀνάγκῃ καὶ νόμου μετάθεσις γίνεται. ἡ δὲ πρὸς τὸν σωτῆρα γεναμένη διαθήκη αἰώνιος ἀπαράβατον εχει τὴν ἱερωσύνην, σῴζειν εἰς τὸ παντελὲς δυναμένου τούτου τοῦ ἱερέως τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ ζῶν πάντοτε