221
Οὐ μένει. βʹ. ∆ιατί δὲ περὶ ἁμαρτημάτων διαλεγόμενος, οἰκίας ἐμνημόνευσε; ∆εικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπότης, οὕτω πάντων αὐτὸς ἐξουσιάζει. Τὸ δὲ, Οὐ μένει, τοῦτό ἐστιν· Οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστί. Τοῦτο γάρ ἐστι, Μένει εἰς τὸν αἰῶνα, ἀπὸ μεταφορᾶς τῶν ἀνθρωπίνων, ἵνα μὴ λέγωσι, Σὺ τίς εἶ; Ἐμά ἐστι πάντα· Υἱὸς γάρ εἰμι, καὶ ἐν τῇ οἰκίᾳ μένω τοῦ Πατρός· οἰκίαν τὴν ἐξουσίαν καλῶν. Καὶ γὰρ καὶ ἀλλαχοῦ οἰκίαν καλεῖ τοῦ Πατρὸς τὴν ἀρχήν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ἐπειδὴ γὰρ περὶ ἐλευθερίας καὶ δουλείας ὁ λόγος, εἰκότως ταύτῃ κέχρηται τῇ μεταφορᾷ, λέγων ὅτι οὐκ εἶχον ἐξουσίαν ἐκεῖνοι ἀφιέναι. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ. Εἶδες τὸ ὁμοούσιον τὸ πρὸς τὸν Πατέρα, καὶ πῶς δείκνυσι τὴν αὐτὴν ἔχοντα αὐτὸν ἐξουσίαν ἐκείνῳ; Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οὐδεὶς ἀντιλέγει λοιπὸν, ἀλλὰ βεβαίαν ἔχετε τὴν ἐλευθερίαν. Θεὸς γὰρ ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Ἐνταῦθα δείκνυσι καὶ ἁμαρτίας ἑαυτὸν καθαρὸν, καὶ τὴν μέχρι προσηγορίας ἐλευθερίαν αἰνίττεται· ταύτην γὰρ καὶ ἄνθρωποι διδόασιν, ἐκείνην δὲ μόνος ὁ Θεός. Καὶ διὰ τούτου πείθει αὐτοὺς μὴ αἰσχύνεσθαι ἐπὶ τῇ δουλείᾳ ταύτῃ, ἀλλ' ἐπὶ τῇ τῆς ἁμαρτίας. Καὶ βουλόμενος δεῖξαι, ὅτι εἰ καὶ δοῦλοι οὐκ ἦσαν, διὰ τοῦ ἐκείνην ἀποκρούσασθαι μᾶλλον γεγόνασι δοῦλοι, ἐπήγαγεν εὐθέως, Ὄντως ἐλεύθεροι ἔσεσθε. ∆ιὰ δὲ τῆς ἐπαγωγῆς καὶ ἐμφαίνει, ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν (εἰκὸς γὰρ τοῦτο ἦν εἰπεῖν), ὅρα πῶς αὐτοὺς εἰς τὴν κατηγορίαν ἐνέβαλε ταύτην. Ἀφεὶς γὰρ πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο τὸ μετὰ χεῖρας, ὃ ἔτι πράττειν ἐβούλοντο, ἄγει εἰς μέσον, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Ἠρέμα καὶ κατὰ μικρὸν ἐκβάλλει τῆς συγγενείας αὐτοὺς ἐκείνης, παιδεύων μὴ μέγα φρονεῖν ἐπὶ τούτῳ. Ὥσπερ γὰρ ἐλευθερία καὶ δουλεία ἀπὸ τῶν ἔργων, οὕτω καὶ συγγένεια. Καὶ οὐκ εἶπεν εὐθέως, Οὐκ ἐστὲ τοῦ Ἀβραὰμ, οἱ ἀνδροφόνοι τοῦ δικαίου· ἀλλὰ καὶ συντρέχει τέως, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ λοιπὸν καταφορικωτέρᾳ κέχρηται τῇ δημηγορίᾳ ταύτῃ. Καὶ γὰρ ἔστιν ὡς τὰ πολλὰ παρατηρῆσαι, ὅτι μέλλων μέγα ἐργάζεσθαί τι, μετὰ τὸ ἐργάσασθαι, πλείονι κέχρηται τῇ παῤῥησία, ὡς τῆς μαρτυρίας τῆς ἀπὸ τῶν ἔργων ἐπιστομιζούσης αὐτούς. Ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Τί οὖν, εἰ δικαίως, φησίν; Ἀλλ' οὐδὲ τοῦτο· διὸ καὶ τὴν αἰτίαν τίθησιν, ὅτι Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πῶς οὖν φησιν, ὅτι ἐπίστευον εἰς αὐτόν; Ἀλλ' ὅπερ ἔφην, μετετίθεντο πάλιν. ∆ιὸ καὶ σφόδρα αὐτῶν καθήψατο. Εἰ γὰρ τὴν συγγένειαν αὐχεῖτε ἐκείνου, καὶ τὸν βίον ἐπιδείξασθαι χρή. Καὶ οὐκ εἶπεν, Οὐ χωρεῖτε τὸν λόγον, ἀλλ', Οὐ χωρεῖ ὁ ἐμὸς λόγος ἐν ὑμῖν, τὸ ὑψηλὸν αὐτοῦ τῶν δογμάτων ἐπιδεικνύμενος. Καίτοι οὐδὲ ὑπὲρ τούτου ἀναιρεῖν ἐχρῆν, ἀλλὰ μᾶλλον τιμᾷν καὶ θεραπεύειν, ὥστε μαθεῖν. Τί οὖν, φησὶν, ἂν ἀπὸ σαυτοῦ ταῦτα λαλῇς; ∆ιὰ τοῦτο ἐπ 59.299 ήγαγεν· Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, ποιεῖτε. Ὥσπερ, φησὶν, ἐγὼ καὶ ἀπὸ τῶν ῥημάτων, καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς ἀπὸ τῶν πραγμάτων. Οὐ γὰρ τὴν αὐτὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τὴν αὐτὴν ἀλήθειαν ἔχω τῷ Πατρί. Λέγουσιν αὐτῷ· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ πατέρα ἔχετε τὸν Ἀβραὰμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι. Συνεχῶς ἐνταῦθα τὴν φονικὴν αὐτῶν στρέφει προαίρεσιν, καὶ τοῦ Ἀβραὰμ μέμνηται. Ποιεῖ δὲ τοῦτο, καὶ ταύτης αὐτοὺς ἀπαγαγεῖν βουλόμενος τῆς συγγενείας, καὶ τὸ περιττὸν καύχημα ἐξελεῖν, καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ' ἐν τῇ κατὰ προαίρεσιν. Τοῦτο γὰρ ἦν τὸ κωλύον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νομίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σωτηρίαν. Ποίαν δὲ ἀλήθειαν λέγει; Ὅτι ἴσος ἐστὶ τῷ Πατρί. ∆ιὰ γὰρ τοῦτο ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, καί φησι· Ζητεῖτέ με ἀποκτεῖναι, ὅτι τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ