222
εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ουτως δὲ καὶ τὰς πνευματικὰς θυσίας, θυσίαν αἰνέσεως καὶ δικαιοσύνην ουσας, ὑπὲρ ἡμῶν προσάγει τῷ πατρί, ἀλλὰ καὶ ἑαυτὸν ὑπὲρ πάντων θυσίαν προσηγίοχεν ἐπὶ τῇ τῶν ολων σωτηρίᾳ. 1042 Ps 109,5.6 Τοῦ πατρὸς εἰπόντος Κάθου ἐκ δεξιῶν μου τῷ υἱῷ, νῦν λέγεται Κύριος ἐκ δεξιῶν σου, ὡς φανεροῦσθαι μὴ τοπικῶς ἐκ δεξιῶν τοῦ πατρὸς ειναι τὸν υἱόν. ἰδοὺ γὰρ αμα καὶ αὐτὸς ἐκ δεξιῶν καὶ ὁ πατὴρ αὐτοῦ ἐκ δεξιῶν ἐστιν, οπερ ἀδύνατον εἰ τοπικῶς τὸ ̓Εκ δεξιῶν νοοῖτο. ὡς ουν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, ουτως ὁ υἱὸς τοῦ πατρὸς δεξιός. Καὶ ὁ πατὴρ τοῦ υἱοῦ ἐκ δεξιῶν αὐτοῦ συνθλᾷ ἐν τῇ ἡμέρᾳ τῆς ὀργῆς αὐτοῦ τοὺς νοητοὺς βασιλεῖς οὐκ αλλους τυγχάνοντας ἀρχῶν καὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων τοῦ σκότους. οἱ αὐτοὶ δέ εἰσιν ουτοι οἱ ὑπὸ πόδας τοῦ σωτῆρος τιθέμενοι οντες διὰ τὴν κακίαν καὶ πονηρίαν ην ειλαντο ἐχθροὶ αὐτοῦ, πλὴν συνθλασθέντες παύσονται τοῦ ειναι πολέμιοι, καταργουμένης ὑπὸ κυρίου πάσης ἀρχῆς καὶ πάσης ἐξουσίας τοιαύτης. ἡμέρα δὲ ὀργῆς κυρίου ὁ καιρὸς τῆς αμα πάντων κρίσεως ἐν ταῖς γραφαῖς λέγεται. Τούτων δὲ ουτως ἐπιτελουμένων, ὁ θεὸς ἐν τοῖς εθνεσι πτώματα πληρώσει, οὐδένα κενὸν ἐῶν καὶ ἀμέτοχον τῆς ἀπ' αὐτοῦ πληρότητος τῶν ἐπὶ σωτηρίᾳ πεσόντων, ινα ἀναστῶσιν εἰς αἰώνιον ζωήν. κεῖται γὰρ αὐτὸς ουπερ ἐκ τοῦ πληρώματος οἱ αγιοι εἰλήφασιν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καταβάλλων καὶ πίπτειν ποιῶν τοὺς φαύλην στάσιν εχοντας τῷ κατὰ κακίαν καὶ ἀσέβειαν δοκεῖν ἱδρῦσθαι ἐπὶ τῷ ἐγεῖραι αὐτοὺς εἰς ἀνάστασιν ζωῆς, οπως αὐτῷ λοιπὸν χρήσονται κεφαλῇ, συνθλασθεισῶν τῶν φαύλων βασιλειῶν ας ειπε Κεφαλὰς πολλῶν, τῶν κεχυδεῶσθαι διὰ τὴν κακίαν πολλῶν καλουμένων. ἐπεὶ γὰρ οὐχ οιόν τε ην αμα ἐκείνους καὶ αὐτὸν κεφαλὴν τουτέστι βασιλέα εχειν πρῶτον ετι ἐπὶ τῆς γῆς ων, συνθλάσας τοὺς ἐπὶ κακῷ τῶν ἐθνῶν αρχοντας αὐτὸς νομίμως αὐτῶν βασιλεύων παντὸς ἀνδρὸς κατὰ τὸν εσω ανθρωπον τυγχάνοντος καὶ τῆς ἀμωμήτου ἐκκλησίας κεφαλή ἐστιν. Αιτιον δὲ τούτων ἁπάντων καθέστηκε τὸ πεπωκέναι ἐκ χειμάρρου αὐτὸν γενόμενον ἐν τῇ ὁδῷ τοῦ τῶν ἀνθρώπων βίου. τοῦτο γὰρ ὁ τελευταῖος αἰνίττεται στίχος λέγων ̓Εκ χειμάρρου ἐν ὁδῷ πίεται υδωρ· διὰ τοῦτο ὑψώσει κεφαλήν. 1043 Ps 109,7 ̔Ο χειμάρρους πολλαχοῦ ωσπερ καὶ ἐνταῦθα πειρασμὸν σημαίνει, πιεῖν δὲ ἐξ αὐτοῦ ἐστι τὸ ἀναδέξασθαι αὐτόν. πεπείραται δὲ ̓Ιησοῦς ὑπὲρ σωτηρίας γενόμενος ἐν τῇ τῶν ἀνθρώπων ὁδῷ, ως φησιν ὁ ἀπόστολος γράφων ωδε· ̓Εν ῳ γὰρ αὐτὸς πέπονθε πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι· ων καὶ βασιλεὺς ἀναδειχθείς, δοθείσης αὐτῷ ἐξουσίας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, υψωσε κεφαλήν, αρχων οὐ μόνον τῶν ἐπὶ γῆς ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς χειροτονηθεὶς ὑπὸ τοῦ πνεύματος ἐπὶ τῷ πᾶν γόνυ κάμψαι αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πάσης γλώσσης ἐξομολογουμένης οτι κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ταύτης τῆς ὑψώσεως σύμβολον ὁ σταυρὸς φέρει. Πάντα δὲ ταῦτα περὶ τοῦ γενομένου σαρκὸς λόγου εἰρήσεται. εἰ γὰρ καὶ εις καὶ αὐτὸς τυγχάνει, ἀλλ' ουν κατὰ τὴν ἐπίνοιαν ἁρμόσει τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τὰ προκείμενα.
1044 Ps 110,1 Καὶ ὀλίγῳ δὲ πρότερον ην εγνωμεν παράδοσιν ἀρχαίων
ἐθήκαμεν ἐκείνων ειναι τοὺς μετὰ τοῦ ̓Αλληλουϊὰ ἐπιγραφομένους ψαλμοὺς τῶν ἐν τοῖς προτέροις συντεταγμένων οις καὶ ἐνταῦθα ἀπὸ τοῦ ΡΙ ψαλμοῦ εως τοῦ ΡΙΗ τὸ ̓Αλληλουϊὰ προγέγραπται, οὐ παρεμφαινομένου προσώπου ῥητοῦ ου εκαστος τούτων τυγχάνει. ἐπεὶ ουν ὁ ΡΘ τοῦ ∆αυὶδ ἐπιγέγραπται, ἀνάγκη οσον ἐπὶ τῇ παραδόσει αὐτοῦ καὶ τοὺς καθεξῆς ειναι πάντας μέχρι τοῦ ΡΙΗ. καὶ εστω καθόλου παρατήρησις αυτη ἐπὶ πάντων τῶν ἀνεπιγράφων ψαλμῶν. Μέλλων δὲ ὁ αγιος ἀπαγγέλλειν τὰ ἐπὶ σωτηρίᾳ τῶν ολων γενόμενα ὑπὸ κυρίου προαναφωνεῖ τὰς