222
τοῦ Πατρός μου. ∆εικνὺς, ὅτι οὐκ ἐναντία τῷ Πατρὶ ταῦτά ἐστι, πάλιν ἐπ' αὐτὸν καταφεύγει. Λέγουσιν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Τί λέγεις; ὑμεῖς Πατέρα τὸν Θεὸν ἔχετε, καὶ τῷ Χριστῷ ἐγκαλεῖτε τοῦτο λέγοντι; Ὁρᾷς ὅτι ἐξαιρέτως ἔλεγεν αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν; γʹ. Ἐπειδὴ τοίνυν τῆς συγγενείας αὐτοὺς ἐξέβαλε τοῦ Ἀβραὰμ, οὐδὲν ἔχοντες εἰπεῖν, ἕτερόν τι μεῖζον τολμῶσιν εἰς τὸν Θεὸν ἀνατρέχοντες. Ἀλλὰ καὶ ταύτης αὐτοὺς ἐκβάλλει τῆς τιμῆς, λέγων· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ὅτι ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλε. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ· καὶ ἐπειδὴ μείζονα ἐτόλμησαν, τότε λοιπὸν ἐπάγει τὴν πληγὴν, λέγων, ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλ' ὅτι καὶ τοῦ διαβόλου εἰσὶν, ἀντίῤῥοπον τῆς ἀναισχυντίας διδοὺς τὴν τομήν· καὶ οὐδὲ ἀμάρτυρον αὐτὴν ἀφίησιν, ἀλλ' ἐλέγχοις αὐτὴν κατασκευάζει. Τὸ γὰρ φονεύειν, φησὶ, τῆς ἐκείνου κακίας ἐστί. Καὶ οὐκ εἶπεν ἁπλῶς, τὰ ἔργα, ἀλλὰ, Τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖτε, δεικνὺς ὅτι σφοδρῶς κἀκεῖνος καὶ οὗτοι φόνων ἔχονται, καὶ ὅτι φθόνος ἦν ἡ αἰτία. Οὐδὲ γὰρ ἔχων τι τῷ Ἀδὰμ ἐγκαλεῖν, ἀλλ' ἢ βασκαίνων μόνον, ἀνεῖλε. Τοῦτο οὖν καὶ ἐνταῦθα αἰνίττεται. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ. Ἐπειδὴ γὰρ συνεχῶς αὐτοῦ κατηγόρουν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, λέγει ὅτι καὶ τοῦτο ἐκεῖθέν ἐστιν. Ἐκεῖνος γὰρ ἔτεκε τὸ ψεῦδος πρῶτος, λέγων· Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί. Καὶ αὐτὸς αὐτῷ πρῶτος ἐχρήσατο. Ἄνθρωποι μὲν γὰρ οὐχ ὡς ἰδίῳ αὐτῷ χρῶνται, ἀλλ' ὡς ἀλλοτρίῳ· οὗτος δὲ ὡς ἰδίῳ. Ἐγὼ δὲ ὅτι ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Ποία αὕτη ἀκολουθία; Οὐδὲν ἐγκαλοῦντες, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε. 59.300 Ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἶτα ἐκεῖνοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα. Καὶ μὴν ἐκ πορνείας ἐγεννήθησαν πολλοί· καὶ γὰρ οὐ προσηκούσας ἐπιμιξίας ἐποιοῦντο· ἀλλ' οὐδὲ τοῦτο ἐλέγχει, ἀλλὰ πρὸς ἐκεῖνο ἵσταται. Ἐπειδὴ γὰρ ἔδειξεν οὐκ ὄντας ἐκ τοῦ Θεοῦ, ἀλλ' ἐκ τοῦ διαβόλου, ἐκ τούτων ἁπάντων (καὶ γὰρ τὸ φονεύειν διαβολικὸν, καὶ τὸ ψεύδεσθαι διαβολικόν· ἅπερ ἀμφότερα ὑμεῖς ποιεῖτε) δείκνυσιν ὅτι τὸ ἀγαπᾷν, τοῦτο σημεῖον τὸ ἐκ τοῦ Θεοῦ εἶναι. ∆ιατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ἐπειδὴ γὰρ ἀεὶ ἠπόρουν λέγοντες· Τί ἐστιν ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; διὰ τοῦτό φησιν· Οὐκ οἴδατε τὴν ἐμὴν λαλιὰν, ὅτι τὸν λόγον τοῦ Θεοῦ οὐκ ἔχετε. Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας, καὶ διὰ τὸ πολὺ μείζονα εἶναι τὰ ἐμά. Τί οὖν, εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι, τὸ μὴ βούλεσθαί ἐστιν, ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε, ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες, διὰ τοῦτο πανταχοῦ πειρᾶται δεῖξαι, ὅτι τὸ διώκειν αὐτὸν, τοῦτο μισούντων ἐστὶ τὸν Θεόν· τοὐναντίον δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν Θεὸν, φησίν. Ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Ἀπὸτούτων σεμνύνονται, ἀπὸ τιμῆς, οὐκ ἀπὸ κατορθωμάτων. Οὐκ ἄρα τοῦ ἀλλότριόν με εἶναι, τὸ μὴ πιστεύειν ὑμᾶς τεκμήριον· ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν, ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον, ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια, καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος, οὐχὶ σαρκικοί ἐστε; ∆ιατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν, σπουδάζετε, φιλονεικεῖτε. Ὁρᾷς ὅτι τὸ, Οὐ δύνασθε, τὸ μὴ θέλειν λέγει; Ὅτι Ἀβραὰμ τοῦτο οὐκ ἐποίησεν. Ἀλλὰ τίνα ἐστὶναὐτοῦ τὰ ἔργα; Τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πειθήνιον. Ὑμεῖς δὲ ἐξ ἐναντίας ἵστασθε, ἀπηνεῖς ὄντες καὶ ὠμοί. Πόθεν δὲ αὐτοῖς ἐπῆλθεν ἐπὶ