223
ἐκκειμένας φωνάς. ἐν ολῃ δὲ καρδίᾳ ἐξομολογεῖται πᾶς καὶ μόνος ὁ ἐξ ολης καρδίας καὶ ψυχῆς καὶ διανοίας τὸν θεὸν ἀγαπήσας· καὶ πᾶσαν μὲν τὴν ἀγαπητικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀποτείνας ἐξ ολης καρδίας τὸν θεὸν ἀγαπᾷ, πᾶσαν δὲ τὴν ὑμνητικὴν καὶ εὐχαριστικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀναλώσας ἐξομολογεῖται αὐτῷ ἐξ ολης καρδίας ἐν τῇ τῶν σπουδαίων συναγωγῇ, οὐκ ἐν τῷ τυχόντι τόπῳ η μετὰ τῶν τυχόντων. ∆υνατὸν στίξαντα εἰς τὸ ̓Εν ολῃ καρδίᾳ ἀναγνῶναι ἑξῆς ̓Εν βουλῇ εὐθείων καὶ συναγωγῇ μεγάλα τὰ εργα κυρίου. 1045 Ps 110,2 Καθόλου καὶ γενικῶς ὀνομαζομένου τοῦ θελήματος τοῦ κυρίου, τὰ περὶ τῶν κατὰ μέρος εργων αὐτοῦ ἰδικὰ θελήματα αὐτοῦ ειεν. εἰ ουν πάντα οσα ἠθέλησεν ἐποίησε, καθόλου ἡ ποίησις ἐξῆπται τῆς θελήσεως αὐτοῦ, τῶν καθ' εκαστα ποιημάτων ἡρμοσμένων τοῖς κατ' ειδος θελήμασι. διὸ καὶ μεγάλου οντος τοῦ δημιουργοῦ, μεγάλα ἐστὶ καὶ τὰ εργα αὐτοῦ σφόδρα ἠκριβωμένα πρὸς τὴν αρμοσιν τῶν θελημάτων αὐτοῦ· οὐ γὰρ ὡς ετυχεν, ἀλλ' ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τυγχάνει ταῦτα. διὸ τῶν εργων ἐξεζητημένων, μὴ λεγέτω τις εἰς τί ἐκεῖνο. πάντα γὰρ εἰς χρείαν αὐτῶν ἐκτίσθη· διὸ πάντα καλὰ λίαν ἐστὶ τὰ τοῦ θεοῦ εργα. Εἰ δ' εργα θεοῦ λάβοι τις τὰ παραδόξως καὶ τεραστίως ἐπιτελούμενα (τοῦτο μὲν διὰ Μωυσέως καὶ τῶν προφητῶν, τοῦτο δὲ διὰ ̓Ιησοῦ τοῦ σωτῆρος ἡμῶν), ῥηθείη καὶ περὶ τούτων τὰ προκείμενα ῥητά. τὰς γὰρ ἀναστάσεις τῶν νεκρῶν καὶ τὰς τῶν λεπρῶν καθάρσεις καὶ ἀναβλέψεις τῶν τυφλῶν καὶ τὰ ὁμογενῆ τούτοις ̓Ιησοῦς ἐπιτελῶν συμβολικῶς ἐδήλου δι' αὐτῶν τὰς τοῦ εσω ἀνθρώπου ἰάσεις, απερ πάντα προηγουμένως θελήματά ἐστι θεοῦ. Εἰ δὲ καὶ τὰς ἀρετὰς λάβοι τις θελήματα θεοῦ λέγεσθαι διὰ τὸ Ος ποιήσει πάντα τὰ θελήματά μου, ἐρεῖ εργα μεγάλα ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τοῦ θεοῦ ειναι τὰς κατ' ἀρετὴν ἐνεργείας. 1046 Ps 110,5.6 Καὶ κατὰ τὸ ῥητὸν μέντοι τροφὴν ἐξαιρέτως δίδωσι τοῖς φοβουμένοις αὐτὸν μετά τινος παραδοξοποιΐας, ὡς τῷ ∆ανιὴλ τὸ αριστον τυγχάνοντι ἐν τῷ λάκκῳ τῶν λεόντων ἐν τῇ Βαβυλῶνι· ἐκ τῆς ̔Ιερουσαλὴμ τὸν ̓Αμβακοὺμ μετάρσιον αρας ηγαγεν εἰς Βαβυλῶνα κομίζοντα τὴν τροφὴν αὐτῷ τῷ ∆ανιήλ. ἀλλὰ καὶ κόραξιν ἐντειλάμενος αρτους τὸ πρωῒ καὶ κρέας τὸ δείλης φέρειν τῷ ̓Ηλίᾳ (λιμοῦ πολλῆς τυγχανούσης) εθρεψεν αὐτὸν φοβούμενον τὸν κύριον. Τῆς δὲ παλαιᾶς διαθήκης αὐτοῦ εως καιροῦ διορθώσεως δοθείσης τέλος ἀναλαβούσης, μνησθήσεται εἰς τὸν αἰῶνα τῆς κατὰ τὸ εὐαγγέλιον καινῆς διαθήκης ἀδιαδόχου μενούσης. διὸ καὶ τῷ λαῷ ους περιεποιήσατο τῷ ἰδίῳ αιματι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ̓Ιησοῦς δίδωσι τὴν ἰσχὺν τῶν εργων αὐτοῦ, φανερῶν αὐτοῖς οιας δυνάμεώς ἐστιν εκαστον ων προσέταξεν ἐργάζεσθαι τὸν λαὸν καὶ τοὺς λόγους τῶν γεγονότων. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. οτε πώρωσις ἀπὸ μέρους τῷ ̓Ισραὴλ γέγονε, τὸ πλήρωμα τῶν ἐθνῶν εἰς τὴν σωτηρίαν εἰσῆλθεν. ἀλλ' ἐπεὶ ἀγαθὸς ὁ θεός ἐστιν οὐκ ἀρκεσθεὶς τῷ μόνον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν εἰς τὴν ἀκήρατον καὶ δεδοξασμένην κληρονομίαν, μιμνήσκεται εἰς τὸν αἰῶνα τῆς πρὸς τοὺς υἱοὺς ̓Ισραὴλ διὰ τοὺς πατέρας αὐτῶν διαθήκης. τὴν ἰσχὺν ων ἐποίησεν εργων ἀναγγελεῖ τῷ ̓Ισραηλιτικῷ λαῷ, ινα τῆς οἰκονομίας τὴν δύναμιν θεωρήσαντες σωθῶσι καὶ αὐτοὶ μετὰ τὸ εἰσελθεῖν τὸ πλήρωμα τῶν ἐθνῶν λαμβάνοντες θεόθεν τὴν προσοικειωθεῖσαν καὶ βεβαιωθεῖσαν τοῖς εθνεσι κληρονομίαν. 1047 Ps 110,7.8 Πολλαχοῦ τῶν θείων λογίων χεῖρα τοῦ πατρὸς καλούμενον εὑρίσκομεν τὸν κύριον, ὡς ἐν τῷ ̔Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα. ὁ γὰρ λόγος δι' ου τὰ πάντα καὶ ἡ σοφία ἐν ῃ τὰ πάντα ὁ πατὴρ ἐποίησε χείρ ἐστιν αὐτοῦ δημιουργήσασα τὸ πᾶν. ἀλλὰ καὶ ἐν χειρὶ κραταιᾷ ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ θεὸς ἐν τῷ αὐτῷ υἱῷ τοῦτ' εἰργάσατο, ως τις τῶν ἀποστόλων γράφει ̓Ιησοῦς απαξ λαὸν ἐξ Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύοντας ἀπώλεσε. Καὶ ἐπεὶ καὶ αλλαι γραφαὶ οὐ μιᾷ χειρὶ τὸν θεὸν πεποιηκέναι