223
τὸν Θεὸν καταφυγεῖν; Ἀναξίους αὐτοὺς ἔδειξε τοῦ Ἀβραάμ. Βουλόμενοι οὖν τοῦτο διαφυγεῖν, ἐπὶ τὸ μεῖζον ἀνέβησαν. Ἐπειδὴ γὰρ ὠνείδισε φόνον, ὥσπερ ἀπολογίαν τινὰ ποιούμενοι ὅτι τὸν Θεὸν ἐκδικοῦσι, τοῦτο λέγουσι. ∆είκνυσιν οὖν ὅτι τοῦτο αὐτὸ ἐναντιουμένων ἐστὶ τῷ Θεῷ. Τὸ δὲ, Ἐξῆλθον, δείκνυσιν αὐτὸν ἐκεῖθεν ὄντα. Ἐξῆλθον δὲ λέγει, τὴν πρὸς ἡμᾶς ἄφιξιν αἰνιττόμενος. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς εἰπεῖν, ὅτι Ξένα τινὰ λέγεις καὶ καινὰ, παρὰ τοῦ Θεοῦ φησιν ἥκειν. Εἰκότως οὖν οὐκ ἀκούετε αὐτῶν, φησὶν, ἐκ τοῦ διαβόλου ὄντες. Τίνος γὰρ ἕνεκεν ἀναιρεῖτε; τί ἔχοντες ἐγκαλέσαι; Εἰ μὴ τοῦτό ἐστι, διατί οὐ πιστεύετέ μοι; Οὕτως οὖν αὐτοὺς ὄντας ἐκ τοῦ διαβόλου ἀπὸ τοῦ ψεύδους καὶ τοῦ φόνου δείξας, ἔδειξε καὶ ἀλλοτρίους ὄντας τοῦ Ἀβραὰμ καὶ τοῦ Θεοῦ, ἀπό τε τοῦ μισεῖν τὸν οὐδὲν ἠδικηκότα, ἀπό τε τοῦ μὴ ἀκούειν τὸν λόγον αὐτοῦ. Καὶ δείκνυσιν ἄνω καὶ κάτω, ὅτι οὔτε ἀντίθεος ἦν, οὔτε διὰ τοῦτο οὐκ ἐπίστευον, ἀλλ' ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὁ γὰρ ἁμαρτίαν μὴ πεποιηκὼς, ὁ λέγων ἑαυτὸν ἥκειν ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκεῖθεν ἀπεστάλθαι, ὁ τὴν ἀλήθειαν λαλῶν, καὶ οὕτω τὴν ἀλήθειαν λαλῶν, ὡς πάντας πρὸς ἔλεγχον προσκαλεῖσθαι, εἶτα μὴ πιστευόμενος, εὔδηλον ὅτι διὰ τὸ σαρκικοὺς ἐκείνους εἶναι οὐ πιστεύεται. Οἶδε γὰρ, οἶδε ταπεινὴν ψυχὴν ποιεῖν ἁμαρτήματα. ∆ιὰ τοῦτό φησιν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς ὑμῶν. Ὅταν γὰρ τῶν ἐν τῇ γῇ καταφρονεῖν μὴ δύνηταί τις, πῶς ὑπὲρ τῶν ἐν οὐρανοῖς φιλοσοφήσει ποτέ; 59.301 δʹ. ∆ιὰ τοῦτο, παρακαλῶ, πάντα πράττωμεν, ὥστε τὸν βίον ἡμῶν κατορθωθῆναι, ὥστε καθαρθῆναι τὴν διάνοιαν, ὥστε μηδὲν ἡμῖν ῥυπαρὸν γενέσθαι κώλυμα. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ πλεονεκτεῖν κακὸν, πότε εἴσεται τὸ μεῖζον; ὁ μὴ ἀπεχόμενος τούτων, πότε ἐκείνων ἀνθέξεται; Καλὸν τὸ ἁρπάζειν, ἀλλ' οὐχὶ τὰ ἀπολλύμενα, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Βιασταὶ γὰρ, φησὶν, ἁρπάζουσιν αὐτήν. Οὐκ ἄρα μετὰ ῥᾳθυμίας ἔστιν ἐπιτυχεῖν αὐτῆς, ἀλλὰ μετὰ σπουδῆς. Τί δέ ἐστι, Βιασταί; Βίας χρεία πολλῆς (στενὴ γὰρ ἡ ὁδὸς), καὶ νεανικῆς δεῖ ψυχῆς καὶ γενναίας. Οἱ ἁρπάζοντες πάντας βούλονται προλαβεῖν· πρὸς οὐδὲν ὁρῶσιν, οὐ πρὸς κατάγνωσιν, οὐ πρὸς κατηγορίαν, οὐ πρὸς τιμωρίαν· ἀλλ' ἑνὸς γίνονται μόνου, τοῦ λαβεῖν ἅπερ βούλονται ἁρπάσαι, καὶ πάντας τοὺς ἔμπροσθεν παρατρέχουσιν. Ἁρπάσωμεν τοίνυν τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ ἔστιν ἐνταῦθα ἔγκλημα τὸ ἁρπάσαι, ἀλλ' ἔπαινος· ἔγκλημα δὲ, τὸ μὴ ἁρπάσαι. Ἐνταῦθα οὐ τῆς ἑτέρου ζημίας ὁ ἡμέτερος γίνεται πλοῦτος. Σπουδάσωμεν οὖν αὐτὴν ἁρπάσαι· κἂν ἐνοχλῇ θυμὸς, κἂν ἐνοχλῇ ἐπιθυμία, βιασώμεθα τὴν φύσιν· ἡμερώτεροι γενώμεθα· κάμωμεν ὀλίγον, ἵνα ἀναπαυσώμεθα διηνεκῶς. Μὴ ἁρπάσῃς χρυσὸν, ἀλλὰ ἅρπασον πλοῦτον, τὸν βόρβορον δεικνύντα τὸν χρυσόν. Εἰπὲ γάρ μοι· εἰ προύκειτο μόλυβδος καὶ χρυσὸς, τί ἂν ἥρπασας; 59.302 οὐκ εὔδηλον ὅτι τὸν χρυσόν; Εἶτα ἔνθα μὲν ὁ ἁρπάζων κολάζεται, τὸ μεῖζον τιμᾷς· ἔνθα δὲ ὁ ἁρπάζων τιμᾶται, προδίδως τὸ μεῖζον; Εἰ γὰρ ἀμφοτέρωθεν κόλασις ἦν, οὐκ ἂν ἐπὶ τοῦτο μᾶλλον ἦλθες; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ μακαρισμός. Καὶ πῶς ἔστιν ἁρπάσαι, φησί; Ῥίψον τὰ ὄντα ἐν χερσίν. Ἕως γὰρ ἂν αὐτὰ κατέχῃς, ἐκεῖνα ἁρπάσαι οὐ δυνήσῃ. Ἐννόησον γάρ μοι ἄνδρα ἀργυρίου τὰς χεῖρας πεπληρωμένας ἔχοντα· μὴ δυνήσεται, ἕως ἂν κατέχῃ τοῦτο, ἁρπάσαι χρυσίον, ἐὰν μὴ ῥίψῃ αὐτὸ καὶ εὔλυτος γένηται; Τὸν γὰρ ἁρπάζοντα εὔζωνον εἶναι δεῖ, ὥστε μὴ κατασχεθῆναι. Καὶ γὰρ καὶ νῦν εἰσιν ἐναντίαι δυνάμεις κατατρέχουσαι ἡμῶν, ἵνα ἀφέλωνται. Ἀλλὰ φεύγωμεν αὐτὰς, φεύγωμεν, μηδεμίαν ἐπισυρόμενοι λαβὴν ἔξωθεν. ∆ιατέμωμεν τὰ σχοινία, γυμνοὶ γενώμεθα τῶν βιωτικῶν. Τίς χρεία τῶν σηρικῶν ἱματίων; μέχρι πότε τὸν γέλωτα τοῦτον ἀνελίττομεν; μέχρι πότε τὸ χρυσίον κατορύττομεν; Ἐβουλόμην παύσασθαι ταῦτα λέγων ἀεί· ἀλλ' ὑμεῖς οὐκ ἐᾶτε, ἀεί μοι παρέχοντες ἀφορμὰς καὶ ὑποθέσεις. Ἀλλὰ νῦν γοῦν ἀποστῶμεν, ἵνα καὶ ἑτέρους διὰ τοῦ βίου παιδεύσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ