1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

224

φασὶν ὡς ἡ λέγουσα Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ ἡ ἀπαγγέλλουσα Ου αἱ χεῖρες εκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ (συνᾴδει τούτοις καὶ ὁ εἰπὼν Αἱ χεῖρές σου ἐποίησάν με καὶ επλασάν με), ζητῶν τις εὐλόγως ευροι καὶ τὸ αγιον πνεῦμα χεῖρα τοῦ θεοῦ καλούμενον· ἐξ ου δείκνυται δημιουργικὸν ον τὸ πνεῦμα τὸ αγιον, ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι τοῦ πατρὸς τοὺς οὐρανοὺς ἐργασαμένου καὶ τὴν στρατιὰν τοῦ οὐρανοῦ κτίσαντος. Τούτων δὲ τῶν χειρῶν εργα θεοῦ ἐν πᾶσι τοῖς ἁγίοις εὑρίσκεται τυγχάνοντα ἀλήθεια καὶ κρίσις. ην γὰρ δίδωσιν υἱὸς ἐν πνεύματι ἁγίῳ πρακτικὴν εξιν, κρίσις ἐστὶ κρίνουσα καὶ μετ' ἐξετάσεως ὁρίζουσα α δεῖ αἱρεῖσθαι ἀγαθὰ καὶ φεύγειν κακά· ἀλήθεια δὲ ων δίδωσιν ὁ Χριστὸς διὰ πνεύματος ἁγίου καὶ κατὰ τὸ πνεῦμα λόγον σοφίας καὶ λόγον γνώσεως. Εργα ουν τῶν τοῦ θεοῦ χειρῶν γνῶσις ἀληθείας καὶ ἠθικὴ ἀρετὴ οντα ἀλήθεια καὶ κρίσις· διὸ ἀκολούθως ἐπηνέχθη Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, οὐ διὰ τὸ πιστεύειν ουτως εἰρημέναι ἀλλὰ διὰ τὸ ἀμετακίνητον καὶ βέβαιον, καθ' ο σημαινόμενον γέγραπται ∆ώσω ὑμῖν διαθήκην αἰώνιον, τὰ οσια ∆αυὶδ τὰ πιστά. Αυται ουν αἱ πισταὶ ἐντολαὶ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τυγχάνουσι διὰ τὸ θεοῦ ειναι καὶ ἀνατραπῆναι μὴ οιας τε ειναι. περὶ αὐτῶν γοῦν ὁ σωτὴρ ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ειπεν. ̓Αλλὰ μὴ λάθῃς νομίσας περὶ ἐντολῶν τῶν κατὰ τὴν σκιὰν εἰρῆσθαι τὰ προκείμενα. παρῆλθον γὰρ ἐκεῖναι μέχρι καιροῦ διορθώσεως δοθεῖσαι. περὶ γὰρ τῶν κατ' αὐτὸν πνευματικῶν νόμων ἀκούειν δεῖ τῶν προκειμένων, ὡς τὸ ἐπιφερόμενον διδάσκει εχον ουτως· Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. γίνονται γὰρ ἐν ἀληθείᾳ νενοημέναι κατὰ τὸ δόγμα τῆς θεοσεβείας. ἀλλὰ καὶ εὐθύτητι ἐπιτελοῦνται σὺν βελτίστῃ εξει φυλαττόμεναι, ὡς εργα χειρῶν κυρίου καὶ ταύτας ἐν ἑκάστῳ θεοσεβεῖ ἐπιτελεῖσθαι τυγχάνοντα ἀλήθεια καὶ κρίσις. μετέλαβε δὲ τὴν κρίσιν εἰς εὐθύτητα τῷ τὴν πρακτικὴν καὶ ἠθικὴν ἀρετὴν κατευθύνειν τὴν ψυχὴν καὶ κριτικὴν ειναι πρακτέων καὶ μὴ πρακτέων. 1048 Ps 110,9ab Ην ἀπέστειλεν ὁ θεὸς λύτρωσιν τῷ λαῷ αὐτοῦ, οὐχ ἑτέρα ἐστὶ τοῦ εἰπόντος Ηλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. τῷ αὐτοῦ γοῦν τιμίῳ αιματι χάριτι θεοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου ἐλυτρώθημεν ἐκ τῆς πατροπαραδότου ματαίας ἀναστροφῆς ἡμῶν. γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς ωσπερ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ἀπὸ θεοῦ, ουτω καὶ ἀπολύτρωσις, φάσκων ̓Απέστειλέ με κηρύξαι αἰχμαλώτοις αφεσιν. ἀφεὶς γὰρ τῆς αἰχμαλωσίας τοὺς ὑπὸ τοῦ διαβόλου καὶ τῆς κακίας κεκρατημένους λυτρωτὴς καὶ εὐεργέτης πάντων ἀναπέφανται, ἁμαρτήματα καὶ ἀσεβείας ἀφεὶς τῶν προσφευγόντων αὐτῷ. ̓Αλλὰ καὶ οὐκ ἀρκεσθεῖσα ἡ ἀγαθότης αὐτοῦ τῷ λελυτρῶσθαι μόνον τοὺς αἰχμαλώτους, καὶ κληρονόμους αὐτοὺς τοὺς τοῦ ἰδίου πατρός, ἑαυτοῦ δὲ συγκληρονόμους εθετο ἐντειλάμενος αὐτοῖς διαθήκην αἰώνιον, οπως συντόνως καὶ τελείᾳ προθυμίᾳ ἐχόμενοι αὐτῆς ἀθάνατον κληρονομίαν ἀπολάβωσι κατὰ τὰς αἰωνίους καὶ ἀφθάρτους ἐπαγγελίας. 1049 Ps 110,9c Τὸ ονομα, φησίν, αὐτοῦ τοῖς μὲν ἁγίοις αγιον, τοῖς δὲ μὴ ἁγίοις φοβερόν. ωσπερ γὰρ ἁγίους ποιεῖ τοὺς μετέχοντας αὐτοῦ τυγχάνον πηγὴ ἁγιότητος, ουτω φοβερόν ἐστι τοῖς μετὰ τοῦ φορεῖν αὐτὸ ἁμαρτάνουσι. 1050 Ps 110,10 Ωσπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς (αυτη δ' ἐστὶν ἡ θεωρία τῆς ἀληθείας) ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρχει, ουτως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν θεοῦ σοφίαν οὐκ αλλην ουσαν τῆς θεωρίας τῆς ἀληθείας ὁ θεῖός ἐστι φόβος ὁ αὐτὸς ων τοῖς πρακτικοῖς δικαίοις ὀνομαζόμενος. ονπερ ουν εχει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ἀγαθὴν ὁδόν, τοῦτον ὁ τοῦ θεοῦ φόβος πρὸς τὴν σοφίαν. δύναται τὸ ἀρχὴ ονομα καὶ ἐνταῦθα οὐκ ἀντὶ εἰσαγωγῆς ἀλλ' αιτιον κεῖσθαι, ιν' ῃ τὸ λεγόμενον αἰτία καὶ ἀρχὴ ὁ τοῦ θεοῦ φόβος. Καὶ ἡ αμα τῇ σοφίᾳ ταύτῃ σύνεσις ἀγαθὴ οὐ τοῖς ανευ τοῦ ποιεῖν νενοηκόσιν ἀλλὰ τοῖς ποιοῦσιν αὐτὴν τυγχάνει. τοῖς