1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

225

γὰρ ποιοῦσι τὴν σύνεσιν οὐχ ἑτέραν ουσαν τῆς ἀρετῆς ὠφέλεια εσται, ἐξ ης ὠφελείας μανθάνουσι τὸ ἀγαθὸν αὐτῆς. ̓Επὶ πᾶσι τοῖς ἐν τῷ προκειμένῳ ψαλμῷ θεολογηθεῖσι φέρεται τέλος μένειν τὴν αινεσιν αὐτοῦ. τοῦτο γὰρ κατάλληλον πέρας τοῖς θεολογοῦσι τὸ λέγειν ̔Η αινεσις αὐτοῦ (τοῦ θεολογηθέντος δηλονότι) μένει ἐπ' απειρον. ἐπεὶ γὰρ ὁ ὑμνούμενος ἀθάνατος, ἀνάγκη καὶ τὴν αινεσιν αὐτοῦ ἀτελεύτητον ειναι ὡς διαρκεῖν εἰς πάντας τοὺς αἰῶνας.

1051 Ps 111,1bc ̔Ο μὴ αλλου του χάριν η αὐτῶν ενεκα ἐνεργῶν αὐτὰς οιον

διὰ δόξαν ἀνθρωπίνην η διὰ τὸ μὴ περιπεσεῖν τῇ τοῖς ἁμαρτάνουσιν ἐπαγομένῃ κολάσει η διὰ μισθόν, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθὸν αἱρούμενος καὶ ἐνεργῶν-ουτω γὰρ εσται ἀληθῶς ὁ τοιοῦτος μακάριος. 1052 Ps 111,2.3 Τοῦ μακαριζομένου ἀνδρὸς ἐπὶ τῷ τὸν τοῦ κυρίου φόβον εχειν τὸ σπέρμα ο σπείρει εἰς τὴν ἀγαθὴν γῆν, τὴν σπουδαίαν καὶ καλὴν καρδίαν αὐτοῦ, δυνατόν ἐστιν ὡς ἑκατονταπλασίονα καρπὸν ἐνεγκεῖν. τῶν μὲν γὰρ φαύλων τὰ σπέρματα α σπείρουσιν εἰς τὴν σάρκα, τὴν ὑλικὴν καὶ γεώδη εξιν αὐτῶν, ἀσθενῆ (διὸ καὶ ἐκ τῆς σαρκὸς θερίζουσι φθοράν), τῶν δὲ σπειράντων εἰς τὸ πνεῦμα δυνατὸν τὸ σπέρμα, οθεν καὶ θερίζουσιν εἰς ζωὴν αἰώνιον. ἑκάστῳ γοῦν τῶν ουτω τελείων καὶ αμα πᾶσι προστάττει ὁ λόγος Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε ἑαυτοῖς εἰς καρπὸν ζωῆς. ∆όξα καὶ πλοῦτος ἐν τῷ οικῳ αὐτοῦ. ὁ τοὺς ̓Ιησοῦ λόγους ους ηκουσεν εἰς εργα μεταβαλὼν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν, ἐπὶ τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὰς κρηπίδας τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ βίου ἑαυτοῦ καταβαλλόμενος. ταύτην ουν ην ᾠκοδόμησεν οἰκίαν εκαστος τῶν φοβουμένων τὸν κύριον ἐπὶ τῷ ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου τεθεληκέναι (τουτέστι τοῖς ̓Ιησοῦ λόγοις σφόδρα τεθεληκέναι) πληροῖ δόξης νοημάτων τῆς ἀληθείας καὶ πλούτου συγκειμένου ἐκ παντὸς λόγου καὶ πάσης γνώσεως καὶ εργων ἀγαθῶν. οθεν καὶ τὸ ἐπάγγελμα τῆς δικαιοσύνης αὐτοῦ παρατείνει ἐπὶ τὸν αἰῶνα τοῦ αἰῶνος. τοιαύτας αἱ μαῖαι οἰκίας ἑαυταῖς ᾠκοδόμησαν φοβηθεῖσαι τὸν κύριον, ινα μὴ αοικοι τὴν ἐρημίαν πλανώμεναι κατὰ τὸν ̓Ησαῦ τυγχάνωσιν ἀλλ' οἰκῶσι κατὰ τὸν απλαστον ̓Ιακὼβ οἰκίαν. Αλλοι δὲ καὶ κατὰ τὸ ῥητὸν ἐξειλήφασι τὰ προκείμενα. 1053 Ps 111,5b 1053 Οὐκ ἀνθρωπίνους δὲ τοὺς λόγους ἡγητέον ειναι. ους γὰρ πιστεύονται οἰκονομεῖν λόγους, καὶ αὐτῶν πως λέγονται. προτέταχε γοῦν ης ετυχε προφητείας θεόθεν τις τὸ Λόγοι ̓Αμὼς οι ἐγένοντο ἐπὶ ἀκκάρων, καὶ Σολομὼν δὲ ἀπογυμνῶν τὸ πρᾶγμα Οἱ ἐμοὶ λόγοι, φησίν, ειρηνται ὑπὸ θεοῦ. ἀμέλει καὶ τὸ θεῖον εὐαγγέλιον ὁτὲ μὲν τοῦ δεδωκότος ὁτὲ δὲ τῶν διακονούντων χρηματίζει, ἀπὸ μὲν τῶν διακονούντων οταν λέγῃ Παῦλος Τὸ εὐαγγέλιόν μου, ἀπὸ δὲ τοῦ ἐγχειρίσαντος οταν πάλιν Παῦλος λέγῃ Καθὼς δεδοκιμάσμεθα ὑπὸ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, καὶ Οτι ἀφωρισμένοι εἰς εὐαγγέλιον θεοῦ· καὶ οὐ θαυμαστόν. αὐτὸ γὰρ τὸ αγιον πνεῦμα τὸ πληροῦν τῶν θείων τοὺς ἱεροὺς ανδρας ὁτὲ μὲν θεοῦ ὁτὲ δὲ τῶν ἐχόντων λέγεται, ὡς ἐν τῷ ̓Επαναπέπαυται τὸ πνεῦμα ̓Ηλιοῦ, καὶ ̓Εν πνεύματι καὶ δυνάμει ̓Ηλιοῦ1054 Ps 111,8b ̓Αλλὰ μὴ νομίσῃς διὰ τὸ χρονικῶς εἰρῆσθαι Μέχρις ου ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μὴ σαλεύεσθαι αὐτόν, οτι μετὰ τὴν κατάλυσιν τῶν ἐχθρῶν σαλεύεται. πῶς γὰρ αν κλονηθείη, καθαιρεθέντων τῶν ἐχθρῶν, ὁ ἐν τῷ ἀπειλεῖν καὶ ἐπικεῖσθαι αὐτοὺς τοῦτο μὴ παθών; σύνηθες γὰρ τῇ γραφῇ ἐπὶ πολλῶν ουτω χρῆσθαι, οιον περὶ τῆς Μαρίας φησὶ τὸ Εὐαγγέλιον μεμενηκέναι παρθένον αὐτήν, Εως ου ετεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἀκολούθως. ἐπεὶ γὰρ προσήκει τὸ δεῖξαι ανευ γάμου ἐκ παρθένου γεγονέναι τοῦ ̓Ιησοῦ τὴν γέννησιν, εἰκότως ενθα ἀμφίβολον ην. μὴ αρα φθορὰν ὑπέμεινεν ἡ παρθένος· εφη καὶ συνείληφε· τὴν ἀμφιβολίαν ταύτην περιελὼν παρθένον αὐτὴν μεμενηκέναι μέχρι τῆς ἀποτέξεως λέγει. εἰ γὰρ μέχρι τοῦ