226
τεκεῖν παρθένος ουσα ειρηται, οὐκ ἐξ ἀνδρὸς συνείληφεν ο προήνεγκε παρθένος ουσα τέκνον. ταύτῃ τῇ διανοίᾳ ὑπὸ θεοῦ λέγεται ̓Εγώ εἰμι, ἐγώ εἰμι, καὶ εως αν καταγηράσητε, ἐγώ εἰμι. 1055 Ps 111,9c Κέρας τὸν θεόν φησι. πάντες γὰρ οἱ δίκαιοι τοῦτο θαρροῦντές φασιν ̓Εν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. καὶ ὁ μακαριζόμενος τοίνυν τοὺς ἐχθροὺς ἑαυτοῦ ἐν κυρίῳ κερατίσας τὸ κέρας ῳ αὐτοὺς καθεῖλεν ἐν δόξῃ ὑψούμενον εχει. 1056 Ps 111,10 ̓Εν τῷ μετὰ ταῦτα βίῳ τυγχανόντων τῶν ἐπαγγελιῶν τῶν ευ βεβιωκότων, τῶν ἁμαρτωλῶν εκαστος περιτυχὼν κολάσει οψεται ον ἐπόρθησε δίκαιον, καὶ ὀργισθήσεται καθ' ἑαυτοῦ ἐν μεταμελείᾳ σφοδροτάτῃ γινόμενος, οτε καὶ βρύξει τοὺς ὀδόντας αὐτοῦ, καὶ τακήσεται ἀποβαλὼν τὸν ογκον καὶ τὸ οιδημα τῆς ὑλικῆς καὶ σαρκικῆς εξεώς τε καὶ προαιρέσεως, τῆς τῶν ἁμαρτωλῶν ἐπιθυμίας ἀπολλυμένης. ἀμέλει γοῦν καὶ βρύχουσι καθ' ἑαυτῶν τοὺς ὀδόντας. συμβαίνειν ταῦτα τοῖς κολαζομένοις καὶ ὁ σωτὴρ ειπε φάσκων ̓Εκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ εσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ̓Αλλὰ μὴ ουτως βραδὺς εσο ὡς αἰσθητοὺς ὀδόντας νομίζειν λέγεσθαι. ἐπεὶ μηδὲ ̓Οδόντας ἁμαρτωλῶν συνέτριψας αἰσθητῶς λαμβάνομεν, μήποτ' ουν οἱ τραφέντες ἐν τῷ βίῳ τούτῳ τὴν κακίαν καὶ τὴν συνηρμοσμένην αὐτῇ δυσσέβειαν οιαν τροφὴν δηλητήριον ψυχικαῖς δυνάμεσί τισι τὰ αθεα δόγματα κατελέαινον οια ὀδοῦσι καὶ μύλαις μεταμελούμενοι· ἐφ' οις κακῶς ἐτράφησαν αὐτὰς ἐκείνας τὰς τῆς ψυχῆς δυνάμεις δι' ων ετεμνον καὶ ἐλέαινον τὴν χειρίστην τροφήν, βρύξουσι σφοδρῶς αὐτῶν καθικνούμενοι, μεμφόμενοι ἑαυτοὺς ἐφ' οις πράξαντες συνεσχέθησαν τῇ φλεγούσῃ τιμωρίᾳ.
1057 Ps 112,1b ̓Απολύτως εἰρημένον τὸ Παῖδες οὐκ ἐπιτρέπει νομίσαι ἀντὶ
δούλων εἰρῆσθαι τοὺς παῖδας· ἁπλῶς γὰρ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται. οἱ δὲ δοῦλοι παῖδές τινων· ὡς γὰρ δοῦλος, ουτω καὶ τὸ παῖς πρὸς τὸν δεσπότην εχει τὴν ἀναφοράν. πολλαχοῦ γοῦν εστιν ἰδεῖν παῖδας ∆αυὶδ καὶ παῖδας Σολομῶντος καὶ ἑτέρων πλειόνων τοὺς δούλους αὐτῶν καλουμένους. εἰ δὲ ισον δύναται τὸ Αἰνεῖτε, παῖδες, τῷ Αἰνεῖτε, υἱοί, καὶ αὐτὸς ἐπίστησον. δύναται γὰρ ἀκολουθίαν εχειν τοῦ λόγου διαστελλομένου, οτι δούλων ἐστὶ τὸ φοβεῖσθαι τὸν θεόν, υἱῶν δὲ τὸ δοξάζειν αὐτὸν διὰ τὸ ὑμνεῖν· φησὶ γὰρ ὁ θεὸς Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος φοβεῖται τὸν κύριον αὐτοῦ· καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; καὶ εἰ πατήρ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; 1058 Ps 112,3.4 Τάχα καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου ειεν αν ἀνατολαί τινες καθ' ας ἀνατέλλει. αυται δὲ συγγένειαν εχουσιν (η αὐταὶ αὐταῖς τυγχάνουσι) πρὸς τὰς ἀνατολὰς ἐν αις ὁ παράδεισος πεφύτευται. ειεν δὲ ταύταις ταῖς ἀνατολαῖς καταλλήλως εχουσαι καὶ δύσεις καθ' ας ἀνατολὰς καὶ δυσμὰς αἰνεῖν τὸ ονομα κυρίου προσήκει. εδυνε γὰρ τῷ ̓Ισραήλ, ἀνέτειλε δὲ τοῖς πιστεύσασιν εθνεσιν. ἐπεὶ ουν σοφῶς καὶ δικαίᾳ κρίσει κἀκείνους εδυνε καὶ τούτοις ἀνέτειλεν, ἀποδεχόμενοι τὰ τῆς προνοίας κρίματα πανταχοῦ καὶ ἐπὶ παντὶ ὑπὸ κυρίου γινόμενα Αἰνεῖτε τὸ ονομα αὐτοῦ· ὑψηλὸς ἐπὶ πάντα τὰ εθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ ἁπλουστέρως λαμβανόμενα τὰ ῥητὰ δηλοῦσιν ὡς θεὸς τῶν πάντων προνοεῖται ὑψηλὸς ων οια βασιλεὺς ἐπὶ πάντα τὰ εθνη, εχων καὶ ἐν τοῖς οὐρανοῖς τὴν δόξαν τῷ καὶ τῶν ἐκεῖσε λογικῶν ταγμάτων ἡγεῖσθαι. βαθυτέρῳ δὲ νῷ ἐπὶ πάντα τὰ πεπιστευκότα εθνη ὁ κύριος ὑψηλός ἐστιν ὑμνούμενος πρὸς αὐτῶν καθαρῷ βίῳ πρακτικῷ τε καὶ θεωρητικῷ. ἐπὶ δὲ τοὺς οὐρανοὺς τοὺς μηκέτι φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ ἀλλὰ τὴν τοῦ ἐπουρανίου ἡ δόξα αὐτοῦ τυγχάνει ὡς καὶ ἀπαγγέλλειν αὐτὴν ἰδίοις μαθηταῖς· Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. πάντως γάρ τισιν αὐτὴν διηγοῦνται. Εἰ δὲ δύνασαι δόξαν κυρίου φάναι τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ τὸν κύριον καὶ σωτῆρα ἡμῶν,