227
ἀκολούθως ἐκλήψῃ τῷ λεχθέντι πρὸς τὸν φωτιζόμενον Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. 1059 Ps 112,5-9 Καὶ διὰ τῶν προκειμένων λέξεων προνοοῦντα τὸν πάντων θεὸν μανθάνομεν, περὶ ου ἀσυγκρίτως πρὸς πάντα τὰ γενητὰ εχοντος ὁ αγιός φησιν Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν; οὐδεὶς γάρ ἐστι κατ' αὐτόν, ἐπείπερ μόνος αὐτὸς καὶ ποιητὴς καὶ προνοητὴς ἁπάντων ἐστί. ταῦτα δέ φησιν οὐκ ἀπομερίζων τοῦ πατρὸς τὸν υἱὸν η τοῦ υἱοῦ τὸν πατέρα· μία γὰρ ἡ θεότης, καὶ οὐκ αλλος θεὸς ὁ υἱὸς καὶ αλλος ὁ πατήρ ἐστιν. ἐν ̔Ησαΐᾳ γοῦν πρὸς τὸν πατέρα λέγεται ̓Εν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ εστι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃδειμεν. εἰ γὰρ ἐν υἱῷ θεός ἐστιν αλλος ων παρ' αὐτόν, πῶς ἑξῆς ἐπιφέρει Καὶ οὐκ εστι θεὸς πλήν σου; καὶ εὐθὺς Σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃδειμεν, ὁ θεὸς τοῦ ̓Ισραὴλ σωτήρ. διὸ καν περὶ τοῦ πατρὸς ην τὸ Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν, οὐκ ἀπεσχοίνισται ὁ υἱός· ἀλλὰ καν περὶ τοῦ σωτῆρος, οὐ διέστηκεν ὁ πατὴρ τῷ μίαν ειναι πατρὸς καὶ υἱοῦ θεότητα. Τίς ουν φησιν ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν; ὡς πρὸς θεὸν γὰρ πάντα ταπεινὰ κτίσματα ποιήματα οντα, οὐ τὰ ἐπὶ γῆς μόνον ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὁρᾷ δὲ ταῦτα τὰ ταπεινὰ προνοητικῶς. ̓Αμέλει γοῦν πτωχὸν ὁρῶν ἐπὶ γῆς ῥιφέντα καὶ ἐπὶ κοπρίας πένητα ηγειρε, καὶ ἀνέστησεν αὐτοὺς ἀπὸ περιεστηκότων ἐκ πενίας καὶ πτωχείας κακῶν, καὶ οὐ μέχρι τοῦ ἐγεῖραι καὶ ἀναστῆσαι, ἀλλὰ γὰρ ἐπιτείνων τὴν ἀγαθότητα καθίσαι αὐτοὺς μετὰ ἀρχόντων, ἰσοτίμους αὐτοὺς αὐτοῖς παρασκευάζων. καθίσει δὲ αὐτοὺς οὐ μετὰ ἁπλῶν ἀρχόντων ἀλλὰ τῶν ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. καὶ εὐφραινομένην γυναῖκα τὴν πρότερον διὰ στειρότητα ατεκνον ουσαν ἐν οικῳ κατοικήσει μητέρα γεγενημένην ἐπὶ πολυπαιδίᾳ. ∆ύναται καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι ὑπὲρ ου προφητεία ∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός. τοῦτον τοιγαροῦν τὸν πτωχὸν καὶ πένητα λαὸν ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας καὶ τῆς κοπρίας τῶν ̔Ελληνικῶν μυσαγμάτων καθίσει μετὰ τῶν ἀρχόντων τοῦ ̓Ισραὴλ οντος αὐτοῦ λαοῦ. εἰσὶ δὲ οἱ ἀπόστολοι αρχοντες τοῦ ̔Εβραίου λαοῦ, ους ειπομεν καθιζομένους ἐπὶ δώδεκα θρόνους ἐπὶ τῷ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ ̓Ισραήλ. καὶ στεῖραν δὲ τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν, ατεκνον ουσαν τὸ πρῶτον, εἰς εὐφροσύνην καλεῖ λέγων Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, οτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον η τῆς ἐχούσης τὸν ανδρα. ἀληθῶς γὰρ πολύπαις καὶ καλλίπαις ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία γεγένηται ὑπὲρ τὴν εχουσαν τὸν ανδρα νόμον ̓Ιουδαίων συναγωγήν. ἑκάστη δὲ ψυχὴ διὰ στειρότητα απαις ουσα κατοικίζεται ὑπὸ θεοῦ ἐν οικῳ τῇ τοῦ ζῶντος θεοῦ ἐκκλησίᾳ, μήτηρ εργων μαθημάτων νοημάτων τε καὶ λόγων ἐπὶ τῷ εὐφραίνεσθαι αμα οις εσχε γεννήμασιν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ θεοῦ λόγου. Συνέβη δὲ ταῦτα καὶ κατὰ τὴν τῆς γραφῆς ἱστορίαν. Αννα γοῦν ἡ μήτηρ Σαμουὴλ κατοικεῖσθαι ἐν οικῳ μήτηρ λέγεται τέκνων εὐφραινομένη, ολων εξ τέκνων γεναμένη μήτηρ. καὶ περὶ τῆς Σάρρας καὶ ̔Ρεβέκκας ̓Ελισάβετ τε καὶ πρὸ ταύτης τῆς μητρὸς γεναμένης τοῦ Σαμψὼν λέγοι τις εὐλόγως περὶ ἑκάστης αὐτῶν οτι κατῴκισεν αὐτὴν μητέρα τέκνων εὐφραινομένην.
1060 Ps 113,1.2 Πρὸς δὲ διάνοιαν· ὁρῶν θεὸν νοῦς τυγχάνων τοῦ πτερνιστοῦ
τῶν ἀντικειμένων τῇ ἀληθείᾳ οικου τῆς Αἰγύπτου ἀναχωρῶν ἐπὶ τῷ μηκέτ' Αἰγυπτιάζειν μηδὲ τῶν Αἰγυπτιακῶν δεισιδαιμονιῶν περιέχεσθαι ιλεω θεὸν εσχε τὸν ἁγιάζοντα τὴν ὁμολογουμένην γνησίως ψυχήν, οτε καὶ ἐξουσιάσει καὶ οια βασιλεὺς κρατήσει τοῦ διορατικοῦ· ̓Ιουδαία γὰρ ἐξομολόγησις, ̓Ισραὴλ δὲ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. πρότερον μὲν ουν ἐξομολογήσασθαι προσήκει, ιν' εἰς ἁγίασμά τις θεοῦ γεγένηται οικος καὶ αγιος ναὸς αὐτοῦ κατασκευαζόμενος, ιν' ουτως τελειωθεὶς διὰ θεωρίας τῆς ἀληθείας ̓Ισραὴλ ἀποδειχθῇ γενόμενος ὑπὸ τὴν τοῦ θεοῦ