228
ἐξουσίαν ἐπὶ τῷ δυνηθῆναι, βασιλευόμενος ὑπ' αὐτοῦ, μακαρισμοῦ τυχεῖν ὀψόμενος τὸν θεὸν καρδίᾳ καθαρᾷ. 1061 Ps 113,10.11 Σοῦ, δέσποτα, ἡμᾶς εὐεργετοῦντος, οὐχ εξει χώραν τὰ εθνη λέγειν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἐπεὶ γὰρ αὐτοὶ τοπικοὺς θεοὺς εχουσι καὶ ἱδρυμένους που, καὶ περὶ σοῦ τοῦτο τοπάζουσι λέγοντες Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. η τάχα χλευαστικῶς τοῦτό φασιν οἰόμενοι μὴ εχειν ἡμᾶς θεόν. ἀλλ' εἰ κἀκεῖνοι πλανώμενοι τοῦτο λέγουσιν, ἀλλ' ουν γε ἡμεῖς ἠκριβωμένῃ ὑπολήψει ισμεν οτι ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ανω ἐστίν, οὐ τοπικῶς ἀλλ' ὑπεροχῇ μεγαλειότητος φρονοῦντες. εἰ γὰρ ην ανω τόπος, ἀλλαχόσε ειναι ἐκωλύετο. Εστι δὲ καὶ αἰτία πᾶσι τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, ἐπείπερ οσα ἠθέλησεν ἐποίησεν, αλλος ων παρὰ πάντα. διὸ οὐ περιέχεται ὑπὸ πάντων, ἀλλὰ καὶ εξω πάντων καὶ ἐν αὐτοῖς ὑπάρχει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. ουτω γὰρ πληροῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ δὲ πάντες οἱ οὐρανοὶ καὶ τὰ ἐν αὐτοῖς η τε γῆ καὶ πάντα τὰ ἐν αὐτῇ θελήσει θεοῦ εἰς οὐσίαν ηλθεν, ἀσεβῶς σφόδρα διανοούμενοί τινες ἐξάπτουσι τὴν υπαρξιν τοῦ υἱοῦ τῆς τοῦ πατρὸς θελήσεως, ενα ποιοῦντες αὐτὸν τῶν ἐν τοῖς οὐρανοῖς θελήσει πατρὸς οὐσιωμένων. ἀλλὰ ἀκουέτωσαν οἱ δυσσεβεῖς ὡς τὴν κτίσιν μόνην ἐξήρτησε τῆς βουλήσεως τοῦ θεοῦ. καταλλήλως γὰρ εχει τὸν ποιητὴν α βούλεται δημιουργεῖν (οθεν καὶ ὁ ̓Ιάκωβος συνῳδᾷ γράφων Βουληθεὶς ἀπεκύησεν ἡμᾶς, εφη λόγῳ θεοῦ, λόγῳ ἀληθείας εἰς τὸ ειναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων καὶ ποιημάτων) ἡ θέλησις τοῦ θεοῦ εἰσακτική. οὐ κτίσμα δὲ οὐδὲ ποίημα ὁ υἱός, οὐσίας ἀλλ' οὐ βουλήσεώς ἐστι γέννημα. εἰ γὰρ βουλήσεως υἱός, ην αν καὶ εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ βουλήσεως· ἀλλὰ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ καὶ εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου οἱ θεῖοι λόγοι φασίν. εἰ ουν χαρακτὴρ τῆς ὑποστάσεως καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ υἱός, εἰκότως γέννημα τῆς οὐσίας τοῦ θεοῦ τοῦ ἀοράτου καὶ τῆς ὑποστάσεως αὐτοῦ ὁ μονογενὴς ειη. καὶ ορα γε τοὺς βουλήσει γεννωμένους λόγῳ ἀληθείας τούτου τυγχάνοντας, αὐτὸς δὲ ὁ λόγος καὶ ἡ ἀλήθεια, ὁ μονογενὴς τοῦ θεοῦ. ἐπεὶ μὴ λόγῳ ἀληθείας κυΐσκεται, αὐτός ἐστιν ἡ βούλησις τοῦ πατρός· ῳ γὰρ τρόπῳ σοφία καὶ ἀλήθεια, ουτω καὶ θέλησίς ἐστι τοῦ θεοῦ. ταὐτὸν γοῦν ἐστιν ἐν σοφίᾳ καὶ θελήσει πάντα ποιῆσαι. 1062 Ps 113,17-19 Τὸ πᾶν διορατικὸν γένος διὰ τὸ νοῦν εχειν ὁρῶντα θεὸν (οικος ̓Ισραὴλ χρηματίζει διὰ τοῦ τυγχάνειν ἐκκλησία θεοῦ ζῶντος) ηλπισεν ἐπὶ κύριον, πρὸς οὐδὲν ετερον ων οἱ αλλοι ανθρωποι ἐλπίζουσιν εχον τὴν προσδοκίαν. καὶ ὁ οικος δὲ τῶν θεραπευόντων τὸ θεῖον τῷ τυγχάνειν ἱερεῖς ηλπισεν ἐπὶ κύριον μείζονι καὶ τεθεωρημένῃ παρὰ τὸν ̓Ισραὴλ ἐλπίδι· τῶν γὰρ ὑπεραναβεβηκότων θεωρίᾳ καὶ πράξει μείζων ἡ ἐλπὶς μειζόνως αἰτούντων βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν εχειν. ἀλλὰ καὶ πάντες οἱ φοβούμενοι τὸν κύριον (ουτοι δέ εἰσιν οἱ προσήλυτοι καὶ προστεθέντες τῷ νόμῳ ἀπὸ τῶν ἐθνῶν) ἐλπίσαντες καὶ αὐτοὶ ἐπὶ κύριον βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν εχειν ἐπικαλοῦνται. 1063 Ps 113,20.21 Πάντων γὰρ μνημονεύει θεὸς τῶν αὐτῷ μεμνημένων. διό φησιν ̓Επελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὁ γὰρ ἐπιλανθανόμενος τοῦ θείου νόμου εὐθέως καὶ τοῦ δεδωκότος αὐτὸν ἐπιλανθάνεται, μνημονεύσας δέ τινος θεὸς εὐθὺς εὐλογημένον αὐτὸν ἀποφαίνει διδοὺς πνευματικὰς καὶ ἐπουρανίους εὐλογίας κατὰ ἀναλογίαν ου εχει τις μεγέθους πίστεως· ωσπερ τὰ αλλα τῶν χαρισμάτων, ουτως καὶ τὰς εὐλογίας διδούς. ̓Επίστησον δὲ εἰ Τοὺς μικροὺς μετὰ τῶν μεγάλων ἐπὶ μόνων τῶν φοβουμένων τὸν κύριον δεῖ λαβεῖν η καὶ ἐπὶ πάντων τῶν εἰρημένων ταγμάτων, ουσης καὶ ἐν τούτοις διαφορᾶς καθ' ην οἱ μὲν μεγάλοι οἱ δὲ μικροί. 1064 Ps 113,23 Εὐλογημένοι δὲ τῷ κυρίῳ ἐσμὲν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πεποιηκότι. αὐτὸς γάρ ἐστιν ου τοὺς νόμους φυλάττομεν. ινα γὰρ μὴ νομίσῃ τις αλλου τινὸς τοὺς χρησμοὺς ειναι ους Μωυσῆς διηκονήσατο, ἀκολούθως ὁ ἱεροφάντης πρὸ τῆς τῶν