228
παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖα 59.307 καὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολμήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐτόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλεψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; ∆ιὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ' ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλαχοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ἵνα κωλυθῇ ἡ ἁμαρτία. βʹ. Ὁρᾷς πανταχοῦ τὸ ἐπίῤῥημα τῆς ἐκβάσεως ὄν; Καθάπερ γάρ τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπολογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθούμενος, τοὺς λεπροὺς καθαίρων, τοὺς νοσοῦντας ἐγείρων, τοὺς τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλμοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα πηρώματα, εἶτα διορθούμενος, ἐδείκνυ αὐτοῦ τὴν δύναμιν. Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, πρόσαντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο. ∆ιὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεισήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ τοῦ μείζονος πίστις καὶ τὸ ἔλαττον ἐβεβαίου. Τῆς κτίσεως γὰρ ἁπάσης τιμιώτερον ἄνθρωπος, καὶ τῶν ἐν ἡμῖν μελῶν τιμιώτερος ὀφθαλμός. 59.308 ∆ιὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ' ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ' ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιότερον. Καὶ τοῦτο