1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

229

νόμων δόσεως τὰ περὶ τῆς κοσμοποιΐας παραδέδωκε, δι' ης διδάσκει ενα θεὸν ειναι, πάντα δὲ τὰ τοῦ κόσμου μέρη καὶ αὐτὸν ειναι γενητά. 1065 Ps 113,24 ̔Ο δὲ βαθύτερον καὶ ταῦτα θεωρεῖν βουλόμενος ἐρεῖ ειναί τινα ἐξαιρέτως ἐν τῇ γραφῇ λεγόμενον οὐρανὸν θεῷ προσῳκειωμένον, ἐν ῳ μόνος ὁ θεός· θεὸν δὲ λέγω περὶ τῆς τριάδος διανοούμενος. τούτου τοῦ οὐρανοῦ πόρρω που οὐ τόπῳ ἀλλ' οὐσίας ἰδιώματι τυγχάνει τὰ γενητά, καν ἐν τοῖς οὐρανοῖς ῃ ταῦτα. ἀμέλει πρὸ παραβάσεως ὁ διάβολος, ων ἐν οὐρανῷ ὡς κάτω που τοῦ οὐρανοῦ τούτου τυγχάνων, ελεγεν Εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἐπάνω τῶν αστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· ειρηται γὰρ αὐτῷ ταῦτα πρὶν ἐκπεσεῖν τοῦ οὐρανοῦ· αυτη γοῦν καὶ αἰτία τῆς καταπτώσεως αὐτοῦ μνημονεύεται. εἰς τοῦτον τὸν οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἐπεὶ κἀκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. ἀλλὰ καὶ τὸ αγιον πνεῦμα ἐκ τούτου ἀπεστάλη τοῦ οὐρανοῦ, ῃ ὁ Πέτρος φησὶν Α δὴ ἀνηγγέλη ἡμῖν διὰ τῶν εὐαγγελισαμένων ἡμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ. ενθα γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ αγιον πνεῦμα. ἀλλ' ἐπίστησον ἀκριβῶς μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν, οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν κατὰ φορὰν γινομένην ὑπολαβών· θεοῦ γὰρ προηγουμένην, ιν' ουτως ειπω, ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. 1066 Ps 113,25.26 Οὐδεὶς τῶν νεκρωθέντων τῷ ἁμαρτάνειν θεὸν αἰνεῖ (Οὐχ ὡραῖος γὰρ αινος ἐν στόματι ἁμαρτωλοῦ), ἀλλ' οὐδὲ τῶν καταβαινόντων εἰς τὸν ᾳδην τὸν τροπικὸν εἰς ον γίνονται οἱ ἀποθνῄσκοντες τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον (Οὐκ εστι γὰρ ἐν τῷ θανάτῳ ὁ μνημονεύων θεοῦ), οὐδενὸς ἐν τῷ ᾳδῃ ἐξομολογουμένου αὐτοῦ. Τούτων τοίνυν μὴ αἰνούντων αὐτόν, ἡμεῖς αὐτὸν αἰνοῦμεν οἱ ζῶντες καὶ τῆς αἰωνίου μετέχοντες ζωῆς, περὶ ης ὁ σωτήρ φησιν Αυτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ινα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ον ἀπέστειλας ̓Ιησοῦν Χριστόν.

1067 Ps 114,6 Τοὺς κατὰ τὴν ̓Ιησοῦ ἐντολὴν νηπίους οντας τῷ ἐστρέφθαι καὶ

γεγονέναι ὡς τὰ παιδία αὐτὸς ὁ κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς πολεμίους τῷ μήπω καιρὸν εχειν ἀγῶνος. ομως τοὺς ουτως τυγχάνοντας νηπίους φυλάττων, ἐμὲ ὡς ὑπεραναβεβηκότα τὴν τῶν παιδίων ἡλικίαν εἰς ἀγῶνα προβαλλόμενος ἐταπείνωσέ με καὶ ἀντὶ πολλῶν ἰσχυρῶν πειρασθῆναι ποιήσας· ωσπερ δ' ἐταπείνωσέ με, ουτω καὶ εσωσέ με ἀνανταγώνιστον ἰσχὺν καὶ ἀκαταμάχητον πανοπλίαν ἐνδύσας με.

1068 Ps 115,1 Ταύτης τῆς λέξεως τὴν διάνοιαν ὁ ἀπόστολος Κορινθίοις

Εχοντες, εφη, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον ̓Επίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· πνεῦμα πίστεως λέγων ητοι τὴν εξιν τὴν ἀπ' αὐτῆς ἐγγινομένην η τὸ ἐπιχορηγούμενον ἐκ θεοῦ τῷ πίστιν εχοντι πνεῦμα. Τὸ ̓Επίστευσα, διὸ ἐλάλησα συνῳδὸν τῷ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· ἐὰν ουν φησι ὁμολογήσῃς κύριον ̓Ιησοῦν καὶ πιστεύσῃς τῇ καρδίᾳ οτι ὁ θεὸς αὐτὸν ηγειρεν ἐκ νεκρῶν, σωθήσῃ· τούτῳ γὰρ εὐθὺς ἐπηνέχθη τὸ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, καὶ τὰ ἑξῆς. εἰς ταύτην τὴν διάνοιαν παραλήψῃ καὶ τὸ ̓Εὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· πρότερον γὰρ πιστεύει τις, ειτα συνίησι καὶ μετὰ τοῦτο λαλεῖ, ῃ φησιν ὁ ψαλμὸς ̓Επίστευσα, διὸ ἐλάλησα. Οτε δὲ πιστεύσας ἐλάλησα ὑπερφυῆ καὶ μεγάλα, τότε τὸ μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. τοιοῦτόν ἐστι τὸ ὑπὸ ̓Ιωάννου περὶ ̓Ιησοῦ λεγόμενον ̓Εκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. οὐ γὰρ ἀποβαλών τι ου ειχε μεγέθους ὁ ̓Ιωάννης ἠλαττοῦτο, ἀλλὰ συγκρίνων ἑαυτὸν τῇ ὑπεροχῇ τῆς