229
Παῦλος δηλῶν ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας ἐστὶν ἀπόδειξις· πολλῷ δὲ μᾶλλον ὀφθαλμός. Τοῦτο γοῦν τὸ πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν, τοῦτο λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν. Ὅπερ γὰρ ἥλιος κατὰ τὴν οἰκουμένην, τοῦτο ὀφθαλμὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλμοὺς, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται. Οὐκ ἄρα τῷ σώματι λύχνος ὁ ὀφθαλμὸς μόνον, ἀλλὰ καὶ πρὸ τοῦ σώματος τῇ ψυχῇ. ∆ιόπερ ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν εἶχεν (ὁ γὰρ οὐκ οὔσας οὐσίας τὰς μείζους παραγαγὼν, πολλῷ μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι· ἵνα εἰδῇς ὅτι οὐ πηλοῦ δέομαι πρὸς τὸ ποιῆσαι ὀφθαλμοὺς, ἀλλ' ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ἐπήγαγεν· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με· τουτέστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλαξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ ψυχὴν ἐμφυσῆσαι. Ἐκείνης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν δὲ ἀκολουθίαν ἔχει; Πολλήν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἕως ἡμέραἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχεται νὺξ, τουτέστιν, ὁ μέλλων καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ' Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων πιστεύειν, 59.309 καὶ μηκέτι δυναμένων ἐκεῖ καρποῦσθαί τι. ∆ιὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι, καὶ εἰ ἔβλεπεν, ἐπίστευσεν ἂν καὶ προσῆλθεν, καὶ εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ' ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦσαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνιψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν, καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν εἶχε, παρὼν ἂν ἐθεράπευσεν· ὅπερ καὶ ὁ Νεεμὰν πρὸς τὸν Ἑλισσαῖον ἔλεγε. Καὶ γὰρ ἐκεῖνος κελευσθεὶς ἀπελθεῖν λούσασθαι εἰς τὸν Ἰορδάνην, ἠπίστει, καὶ ταῦτα φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ' οὐχ ὁ τυφλὸς ἠπίστησεν, οὐδὲ ἀντεῖπεν,