1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

230

̓Ιησοῦ διδασκαλίας τε καὶ πολιτείας. καὶ ὁ εἰπὼν τοίνυν μετὰ τὸ λαλῆσαι ἀπὸ εξεως πεπιστευκυίας ̓Εγὼ ἐταπεινώθην σφόδρα οὐ κατὰ ἀφαίρεσιν υψους τοῦτο πέπονθεν ἀλλ' ἐκ τοῦ μείζονα καὶ ὑπὲρ ἑαυτὸν τεθεᾶσθαι. 1069 Ps 115,6 ̓Εὰν δὲ καὶ θάνατον ὁσίων θεοῦ σημαίνηται καθ' ον συναποθνῄσκουσι Χριστῷ καὶ τὴν νέκρωσιν αὐτοῦ ἐν τῇ σαρκὶ περιφέρουσι, καὶ ουτω καλῶς αν εὐχαριστεῖν διέγνω, ληψόμενος τὸ τοιούτου θανάτου σωτηρίου ποτήριον ο καὶ ἀμέμπτως πίεται ὁ ληψόμενος αὐτό, εἰ ἐπικαλοῖτο τὸ ονομα κυρίου ἐπὶ τῷ γενναίως αὐτὸ πιεῖν. Εἰ δὲ τῶν ἐλαττόνων εἰρήκαμεν τὸ ἐπικαλεῖσθαι τὸ ονομα κυρίου, τελείων δὲ αὐτὸν τὸν κύριον, μή σε ταραττέτω νῦν ἐπὶ τοῦ ουτως τελείου παραλαμβανόμενον· οἱ γὰρ αγιοι δι' ἀτυφίαν οντες ἑαυτῶν ἐλαττωτικοὶ τὰ ἐλάττονα ἑαυτοῖς διδόασιν ων εχουσιν. ἀμέλει γοῦν οὐ Μωυσῆς οὐ Σαμουὴλ εἰρήκασι περὶ ἑαυτῶν ̓Επεκαλοῦντο τὸν κύριον, ἀλλ' αλλος ειπε περὶ αὐτῶν.

1070 Ps 116.1.2 Οὐκ ην ἐντελὴς ὁ περὶ τῆς σωτηρίας λόγος, εἰ μὴ καὶ τῶν

σῳζομένων ἀπειλήφει τὴν μνήμην. εἰπὼν γὰρ ἐν ἐκείνῳ ὡς τέλος ἀπολαβούσης τῆς σκιᾶς τὸ Σοὶ θύσω θυσίαν αἰνέσεως, εὐθέως εἰς αινον καλεῖ τὰ εθνη πάντα, οπως καὶ ταῦτα διὰ τῶν αινων τὴν τῆς αἰνέσεως προσάγει θυσίαν, ἀποβεβλημένου αὐτοῦ ἑνὸς εθνους καὶ λαοῦ, ἐπείπερ ταλανίζεται ἁμαρτωλὸν εθνος καὶ λαὸς πλήρης ἁμαρτιῶν γεγονώς· ἀλλὰ τούτου ἀποβληθέντος τοῦ εθνους καὶ λαοῦ, ἡ ἐλεημοσύνη τοῦ θεοῦ εἰς πάντας εφθασεν ὡς βέβαιον καὶ κραταιὸν ἐφ' ἡμᾶς γενέσθαι τὸ ελεος αὐτοῦ. καὶ ἐπειδὴ τοῦτο ὑπῆρκται, ̔Η ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. τὴν μὲν γὰρ σκιὰν ἡ ἀλήθεια διεδέξατο τέλος καὶ κλῆρον αὐτῇ περιορίσασα, αὐτὴν δὲ τὴν ἀλήθειαν αἰώνιον ουσαν οὐδὲν διαδέξεται τῷ μηδὲν ὑπὲρ αὐτὴν ἀλλ' αὐτὴν ὑπὲρ πάντα καθ' ὑπερβολὴν ἀσύγκριτον ειναι. ορα γοῦν ὡς μετ' αἰτίας ἀποδέδωκε τὸ μένειν ἀλήθειαν εἰς τὸν αἰῶνα. 1071 Ps 116,2b Συνδιαιωνίζοντος τῇ ἀληθείᾳ τοῦ κραταιωθέντος ἐφ' ἡμᾶς ἐλέου, πολλαχοῦ δὲ τὰ ὀνόματα ταῦτα, τὸ ελεος αὐτοῦ καὶ ἡ ἀλήθεια, ἐπὶ τοῦ σωτῆρος λέγεται, ωσπερ καὶ ἐν τῷ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ελεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. αυτη τοιγαροῦν ἡ ἀλήθεια καὶ ἡ προσδοκία τῶν ἐθνῶν ην· διὸ καὶ ἐπιλάμψασα τῷ τῶν ἀνθρώπων γένει εἰς αινον πάντα τὰ εθνη καὶ πάντας τοὺς λαοὺς καλεῖ, εὐχαριστεῖν διδάσκουσα τῷ πατρὶ τῷ κραταιώσαντι τὸ ελεος αὐτοῦ καὶ μένειν ποιήσαντι τὴν ἀλήθειαν αὐτοῦ εως τοῦ αἰῶνος.

1072 Ps 117,1 ̓Επεὶ ἀγαθὸς ων ὁ θεὸς βούλεται τὴν μετάνοιαν τοῦ

ἁμαρτωλοῦ η τὸν θάνατον αὐτοῦ, οσοι ὑπεύθυνοι ἁμαρτίας ἐστέ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ' αὐτῷ ποιούμενοι εξετε αὐτὸν ἀφιέντα τὰ ὑπὲρ ων ἐξομολογεῖσθε. τὸ γὰρ ελεος αὐτοῦ ἀχώριστον αὐτοῦ τυγχάνον εἰς τὸν αἰῶνα ειη, ἐπείπερ καὶ ην ἀεί, ἐλεοῦντος αὐτοῦ οὐ νῦν πρότερον ἀλλὰ καὶ πάλαι ανωθεν, ἐξομολογουμένων αὐτῷ πάντων τῶν πεῖραν ἐχόντων τῆς ἀγαθότητος αὐτοῦ. 1073 Ps 117,5-9 ̔Ο ἐν θλίψει γενόμενος δίκαιος οὐ τοσοῦτον παρακαλεῖ περὶ τοῦ ἐκτὸς αὐτῆς γενέσθαι, ἀλλ' οπως γενναίως καὶ ἱλαρῶς αὐτὴν ἐνέγκῃ. καὶ γὰρ ὁ ἐν σταδίῳ πρὸς ἀντιπάλους θλιβόμενος οὐ τὸν ἀγῶνα ευχεται αὐτῷ παρελθεῖν, ινα μὴ ἐξαγώνιος γένηται, ἀλλὰ παρακαλεῖ τὸν παιδοτρίβην συνεργεῖν αὐτῷ, οπως ἐγκαρτερῶν τοῖς ἐπιφερομένοις πρὸς τοῦ ἀντιπάλου ἐλπίδι νίκης καὶ στεφάνου προσηνῆ δόξῃ ειναι τὰ δι' ων ἀποδίδοται ὁ στέφανος. Καὶ δύναται μὲν περὶ θνητῶν διαφόρων λέγεσθαι τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι ανθρωπος, περὶ δὲ ἀοράτων πολεμίων τὸ Κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· οιτινες ἐχθροὶ καὶ τοὺς ἀνθρώπους ἐπεγείρουσι καθ' ἡμῶν ἐκπολεμοῦντες αὐτοὺς πρὸς ἡμᾶς καὶ φονικῶς διατιθέντες καθ' ἡμῶν. εἰ δὲ