231
καὶ τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι ανθρωπος ἐπὶ τὸν διάβολον ἀναφέρεται διὰ τὸ ̓Εχθρὸς ανθρωπος ἐποίησε τοῦτο, φανερὸν δ' οτι τὸ ἐπισπεῖραι τὰ ζιζάνια καὶ τὸ Σὺ δὲ ει ανθρωπος καὶ οὐ θεός, συνεπίσκεψαι. ̓Αγαθὸν πεποιθέναι ἐπὶ κύριον η πεποιθέναι ἐπ' ανθρωπον, καὶ τὰ ἑξῆς· οὐ καθάπαξ τὸ πεποιθέναι καὶ ἐλπίζειν ἐπὶ κύριον συνκρινόμενον τῷ πεποιθέναι ἐπ' ανθρωπον καὶ ἐλπίζειν ἐπ' αρχοντας ἀγαθόν ἐστιν. ἁπλῶς γὰρ καὶ κυρίως ἀγαθὸν τοῦτο. τὸ δὲ ἐπ' ανθρωπον καὶ αρχοντα πεποιθέναι καὶ ἐλπίζειν οὐκ ἀγαθόν, ἀλλὰ πρὸς τοῦς ἐπ' ἀνθρώπῳ πεποιθέναι καὶ ἐν αρχοντι ἐλπίζειν σπουδάζοντας ἡ τοιαύτη προσάγεται παίδευσις, οπως μάθωσιν ἐπὶ τὸν ἀεὶ μένοντα καὶ ἰσχυρὸν οντα καὶ παντοδυνάμενον θεὸν πεποιθέναι καὶ μὴ ἐπ' ανθρωπον θνητὸν καὶ ῥᾷστα φθειρόμενον. εστιν οτε καὶ τῇ γνώμῃ παλίμβολον οντα· ἀντὶ γὰρ τοῦ βοηθεῖν εστιν οτε καὶ βλάψει μεγάλα τὸν ἐπ' αὐτῷ πεποιθότα· διὸ μακάριος ὁ πεποιθὼς ἐπὶ κύριον ἀκαταίσχυντος διαμένων, κατὰ τὸ ̓Επὶ σοί, κύριε, ηλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 1074 Ps 117,10-13 Εἰ μὴ ὑπερβολικῶς ειρηται, ἀδύνατον τὸ ἐπαγγελλόμενον· πῶς γὰρ ενα ανδρα ἐν τῇ ̓Ιουδαίᾳ διατρίβοντα πάντα τὰ εθνη ἐκύκλωσαν καὶ κυκλοῦντά γε αὐτὸν πολεμοῦντες, καὶ τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς; αὐτὸ γὰρ οπλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. ἐπίστησον δὲ εἰ μὴ παραπλησίως τῷ Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς δυνατὸν νοῆσαι τὰ προκείμενα τῷ κυκλοῦσθαι τὸν σπουδαῖον ὑπὸ πνευμάτων πονηρῶν ὑποβαλλόντων τοὺς σαρκὸς γαργαλισμοὺς καὶ τὰ αλλα πάθη μετὰ πάντων τῶν τῆς σαρκὸς εργων, ετι μὴν λόγους ἀθέους ἀνασκευάζοντας σοφιστικῇ δεινότητι τὰ τῆς ἀληθείας δόγματα. ἀλλ' ὁ ευτονος καὶ ἰσχυρὸς καὶ τῇ τοῦ θεοῦ καθωπλισμένος προσηγορίᾳ ἀνατρέψει τὰ εθνη πάντα εἰς φυγὴν τρέπων, ἐσθ' οτε δὲ καὶ ἀναιρῶν αὐτά. ὁ γὰρ ἀντὶ οπλου καὶ ξίφους χρησάμενος τῷ τοῦ θεοῦ ὀνόματι ἐκκόψει τὰς παθητικὰς ὁρμὰς μετὰ καὶ τῶν τεταραγμένων λογισμῶν, ἀλλὰ καὶ λύων καὶ ἀνατρέπων τὰ σοφιστικῶς κατεσκευασμένα ἀπατηλὰ δόγματα. ̓Εκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τὰ ἑξῆς· ὁμοιότητα φέρει πρὸς τὰς μελίσσας κηφήνων τὸ γένος· αυται γὰρ εἰ καὶ μείζους τῶν μελισσῶν τῷ ογκῳ τυγχάνουσιν, ἀλλ' ουν γε ἀπατῶσι τοὺς ἀνιστορήτους ὡς ουσαι μέλισσαι· ουτε δὲ μελισσουργοῦσιν η πλάττουσι κηρὸν οὐδ' αυ κέντρον εχουσι τὸ ἀλεξοῦν τὰ βλάπτειν ἐπιχειροῦντα τὸν κηρόν. ἐκ τοῦ ἐναντίου δὲ ἐσθίοντες τὸ μέλι ἐκπολεμοῦσι κατ' αὐτῶν τὰς μελίσσας ὡς χρησαμένας κατ' αὐτῶν τῷ ἰδίῳ κέντρῳ σωρηδὸν ἀναιρεῖν τοὺς κηφῆνας ὡς λυμηναμένους τῷ καρπῷ αὐτῶν. ἐστὶν ουν πρὸς ἀλληγορίαν ἡ μελισσουργοῦσα καὶ κηροπλαστοῦσα μέλιττα ἡ τιμήσασα τὴν τοῦ θεοῦ σοφίαν ἐκκλησία, ης ἐργάτιδος ουσης ποθεινῆς τυγχανούσης καὶ ἐπιδόξου τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· καίπερ ουσης τῇ ῥώμῃ ἀσθενοῦς τῷ τὸ κήρυγμα αὐτῆς μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις ειναι, ομως δ' εχει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως θεοῦ τῆς πίστεως τὸν λόγον εχουσα, ὡς καὶ ἀναιρεῖν κηφήνων δίκην τὰς αἱρέσεις διχοτομοῦσα αὐτὰς ἐλέγχῳ τῆς ἀληθείας. καὶ μία μὲν ἡ τιμήσασα τὴν σοφίαν μέλισσα, πολλαὶ δὲ αἱ ἀποστᾶσαι τοῦ τιμᾶν τὴν σοφίαν τοῦ θεοῦ οὐ μέλισσαι ἀλλ' ὡς μέλισσαι τυγχάνουσαι, ας ειναι κηφῆνας λέγων οὐχ ἁμαρτήσεις κυκλούσας ὡς κηρίον ἐπὶ τῷ ἀναλῶσαι τὸ περὶ αὐτὸ μέλι καὶ ἐκκαυθείσας ὡσεὶ πῦρ ἐν ἀκάνθαις. ἐξάπτουσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων καὶ τὸ τῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν πῦρ, ῃ φησιν ὁ Παῦλος Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον. Ομως δὲ εἰ καὶ ἐκύκλωσαν τὸν σοφὸν ὡσεὶ κηρίον μέλισσαι καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, ἀλλ' ουν αὐτὸς τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς. οὐ γὰρ ἀζήμιος μόνον εμεινεν, ἀλλὰ καὶ καθεῖλεν αὐτῶν πάντα σοφιστικὸν λογισμόν, ἀλλὰ καὶ πᾶν υψωμα ἐπαιρόμενον