231
τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄριστος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύτην, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. ∆ιὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.311 ΟΜΙΛΙΑ ΝΖʹ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν
ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πη λὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶ πεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.
αʹ. Τοὺς μέλλοντάς τι παρὰ τῶν ἀναγινωσκομένων καρποῦσθαι, οὐδὲ τὸ
μικρὸν τῶν λεγομένων παρατρέχειν δεῖ. ∆ιὰ γὰρ τοῦτο ἐρευνᾷν τὰς Γραφὰς ἐκελεύσθημεν, ἐπειδὴ δοκεῖ τὰ πολλὰ, καίτοι γε αὐτόθεν ὄντα εὔκολα, πολλὴν ἐν τῷ βάθει διάνοιαν ἔχειν ἀποκεκρυμμένην. Ὅρα γὰρ οἷόν ἐστι καὶ τὸ παρόν. Ταῦτα γὰρ εἰπὼν, φησὶν, ἔπτυσε χαμαί. Ποῖα ταῦτα; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, καὶ ὅτι ∆εῖ με ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με. Οὐ γὰρ ἁπλῶς ἀνέμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ εὐαγγελιστὴς, καὶ ἐπήγαγεν, ὅτι Ἔπτυσεν· ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Καὶ διατί μὴ ὕδατι κέχρηται, ἀλλὰ πτύσματι εἰς τὸν πηλόν; Ἔμελλεν αὐτὸν πέμπειν εἰς τὸν Σιλωάμ. Ἵν' οὖν μηδὲν ἐπιγραφῇ τῇ πηγῇ, ἀλλὰ μάθῃς ὅτι ἡ ἐκ τοῦ στόματος ἐξελθοῦσα δύναμις αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς, ἔπτυσε χαμαί. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς ἐπισημηνάμενος ἔλεγε, Καὶ ἐποίησε πηλὸν ἀπὸ τοῦ πτύσματος. Εἶτα, ἵνα μὴ δόξῃ τῆς γῆς εἶναι τὸ κατόρθωμα, ἐκέλευσε νίψασθαι. Τίνος οὖν ἕνεκεν οὐκ εὐθέως τοῦτο ἐποίησεν, ἀλλ' ἐπὶ τὸν Σιλωὰμ ἔπεμψεν; Ἵνα μάθῃς τοῦ τυφλοῦ τὴν πίστιν· καὶ ἵνα ἐπιστομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη. Εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον. Τῷ γὰρ παραδόξῳ πάντας ἂν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε εἰδότας αὐτὸν, τούς τε ἀγνοοῦντας, καὶ μετὰ ἀκριβείας ἂν αὐτῷ προσέσχον. Ἐπειδὴ γὰρ οὐκ εὔκολον τυφλὸν ἀναβλέψαντα γνωρίσαι, πολλοὺς ποιεῖ γενέσθαι πρότερον μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα προσεκτικώτεροι γενόμενοι μηκέτι δύνωνται λέγειν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Πρὸς δὲ τούτοις κἀκεῖνο βούλεται κατασκευάζειν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Παλαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Οὐδὲ γὰρ ἐκεῖνο λοιπὸν ὑποπτεῦσαι ἦν, μὴ ὁ Σιλωὰμ λάβῃ τὴν δόξαν. Καὶ γὰρ πολλοὶ πολλάκις ἐκεῖ τοὺς ὀφθαλμοὺς ἀπονιψάμενοι, οὐδενὸς ἀπήλαυσαν τοιούτου. Κἀκεῖ γὰρ ἡ δύναμις ἦν τοῦ Χριστοῦ, ἡ πάντα ἐργαζομένη. ∆ιὰ τοῦτο καὶ τὴν ἑρμηνείαν ἡμῖν προστίθησιν ὁ εὐαγγελιστής. Εἰπὼν γὰρ, Εἰς τὸν Σιλωὰμ, προσέθηκεν, Ὅ ἐστιν, ἀπεσταλμένος· ἵνα μάθῃς ὅτι κἀκεῖ ὁ Χριστὸς αὐτὸν ἐθεράπευσε, καθάπερ ὁ Παῦλός φησιν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὥσπερ οὖν πέτρα ἦν ὁ Χριστὸς πνευματικὴ, οὕτω καὶ Σιλωὰμ ἦν πνευματικός. Ἐμοὶ δὲ δοκεῖ καὶ τὸ ἀθρόον τῆς τοῦ ὕδατος παρουσίας αἰνίττεσθαι μυστήριον ἡμῖν ἀπόῤῥητον. Ποῖον δὴ