1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

232

κατὰ τῆς γνώσεως τοῦ θεοῦ, ἐπείπερ τὰ οπλα αὐτοῦ οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ οὐχ ετερα οντα τῆς τοῦ θεοῦ προσηγορίας ἠμύνατο αὐτούς. 1075 Ps 117,14b Γενόμενος εἰς σωτηρίαν ὁ κύριος οὐκ ἀρχὴν οὐσιώσεως δέχεται· ἀΐδιος γὰρ καὶ αἰώνιός ἐστι. γίνεται δὲ εἰς σωτηρίαν κατὰ τὸ ἀναλαμβάνειν σχέσιν τὴν πρὸς τοὺς σῳζομένους. οθεν πάντα γεγονέναι τὸν Χριστὸν λέγοντα ταῦτα ὑποβάλλεται τῇ διανοίᾳ· οὐ γὰρ γέγονε θεὸς λόγος οὐκ ἀλήθεια οὐ σοφία οὐχ υἱός, ἀλλὰ γέγονεν ἡμῖν σοφία, οὐχ ἁπλῶς γενόμενος σοφία ἀλλ' αὐτὸ τοῦτο ἡμῖν δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ων γὰρ ἁπλῶς καὶ ἀϊδίως ταῦτα ἡμῖν γεγονέναι κατὰ ἀναφορὰν τὴν πρὸς ἡμᾶς λέγεται· ουτω καὶ χριστὸν καὶ κύριον πεποίηκεν αὐτὸν ὁ θεός, χριστὸν μὲν τουτέστι βασιλέα καὶ ἱερέα τοῖς βασιλευομένοις καὶ τοῖς ὑπὲρ ων προσάγει τὰς θυσίας. ἀλλὰ καὶ τοῖς δουλεύειν ἐθέλουσιν αὐτῷ κύριον καὶ καθόλου τὰ σχετικῶς περὶ αὐτοῦ λεγόμενα ουτω διανοούμενος οὐκ ἀσεβήσεις. 1076 Ps 117,15a Σκηνὰς δὲ δικαίων νοήσεις τὰς παρὰ τῷ πατρὶ μονὰς κατὰ τὴν ἀπόδοσιν τῶν ἐπαγγελιῶν, περὶ ων ὁ σωτήρ φησιν Οταν ἐκλίπῃ (δηλονότι ὁ μαμωνᾶς), δέξονται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ἐν ταύταις ταῖς σκηναῖς πάντες εἰσὶν οἱ δίκαιοι ἀγαλλιώμενοι· τετύχασι γὰρ τῶν προσδοκωμένων ἀγαθῶν. οθεν καλῶς ειρηται Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἐν σκηναῖς δικαίων, ἀποδρασάσης λύπης καὶ στεναγμοῦ. Εἰ δὲ καὶ τὰ σώματα τῶν δικαίων σκηνὰς αὐτῶν ἐρεῖς ἀφθάρτων καὶ πνευματικῶν ἀποδοθεισῶν αὐτοῖς, οὐκ ἀμφισβητήσεις ὡς καὶ ἐν ταύταις ταῖς σκηναῖς αὐτῶν φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως εσται. Φέρεται Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας τῷ ὡς ἐν ταῖς προειρημέναις σκηναῖς ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐπὶ τῷ αἰωνίαν σωτηρίαν ἀπειληφέναι οὐκ αλλην ουσαν τῆς αἰωνίου ζωῆς. 1077 Ps 117,15b-17 Αυτη τοιγαροῦν ἐποίησε δύναμιν τοῖς μετειληφόσιν αὐτοῦ, ὡς εκαστον φάναι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. αυτη τὸν μετέχοντα ὑψοῖ καὶ μετεωρίζει, ὡς φαιδρότερον καὶ μειζόνως ὑπὸ τῆς δεξιᾶς κυρίου δυναμωθέντα καὶ δεύτερον εἰπεῖν ∆εξιὰ κυρίου ἐποίησε δύναμιν. διό φησιν Οὐκέτι θνήξομαι τὸν ἑπόμενον τῇ κακίᾳ θάνατον, ἀλλὰ ζήσομαι μετασχὼν τῆς ἐναντίας τοῦ πονηροῦ θανάτου ζωῆς ἐπὶ τῷ ἐκδιηγήσασθαι τὰ τοῦ θεοῦ εἰς ἐμὲ γενόμενα θαυμαστὰ εργα. ποιεῖ δὲ δύναμιν ἡ δεξιὰ αὐτοῦ ἐν παντὶ τῷ δεξιὰ φρονοῦντι καὶ πράττοντι ἀλλὰ καὶ ὑψοῖ αὐτὸν ὡς καὶ δευτέραν γενέσθαι ἐν αὐτῷ τῆς προτέρας δυνάμεως δύναμιν ἐφ' ῃ ἀθανασίαν κεκτημένος ἐρεῖ τὸ Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ τὰ ἑξῆς. 1078 Ps 117,19.20 Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται δι' ων εἰσῄει πρὸς θεὸν ὁ ̓Ισραήλ, πύλη δὲ νῦν ἡ πίστις δι' ης οἰκειότερον νῦν προσαγόμεθα μαρτυρουμένης ὑπὸ νόμου καὶ προφητῶν. εἰς ταύτην τὴν διάνοιαν λήψῃ καὶ τὸ ἐν ̔Ιερεμίᾳ λεγόμενον Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας καὶ ἐξετάσατε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ καὶ εὑρίσκετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ ἐνταῦθα γὰρ στάς τις ἐν ταῖς πλείοσιν ὁδοῖς, φημὶ ταῖς ἰδικαῖς ἀρεταῖς, ἐξετάσει τὰς ἐξ αἰῶνος τετριμμένας ὑπὸ τῶν ἁγίων ἐπὶ τῷ γνῶναι τίς μετὰ ταῦτα κατὰ τὴν θεωρίαν ἀγαθὴ ὁδὸς ην ὁ βαδίζων ἁγνισμὸν εὑρίσκει τῇ ψυχῇ αὐτοῦ ἁγνίσας αὐτὴν εἰς τὴν ὑπακοὴν τῆς ἀληθείας. 1079 Ps 117,18-20 Νοήσεις καὶ ουτως· ὁ παιδεύσει θείᾳ καὶ πάνυ γε ὠφελίμως ὑπὸ κυρίου παιδευόμενος οὐκ ἐμπίπτει εἰς τὸν θάνατον τὸν κρατοῦντα τῶν ἁμαρτανόντων. ἐπεὶ γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος, ὁ παιδεύσει ὑπὸ κυρίου παιδευόμενος αριστος τὴν γνώμην καὶ τὴν πρᾶξιν ων οὐ παραδίδοται τῷ θανάτῳ τῷ παραλαμβάνοντι τοὺς παραδιδομένους πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. Τοῦ δὲ ὀνόματος τῆς δικαιοσύνης κατηγορουμένου κατὰ πάσης τῆς ἠθικῆς ἀρετῆς τὰς πύλας αὐτῆς τὰς ἰδικὰς ἀρετὰς λεκτέον, εἰς ας εἰσέρχονται οἱ δι' ἀσκήσεως καὶ ἐπιμελείας τῆς περὶ αὐτῶν κρούοντες αὐτάς. εἰσέρχονται δὲ ἐπὶ τῷ ἐξομολογήσασθαι ὑπὲρ ων επραξαν εξω