233
τῶν πυλῶν τῆς δικαιοσύνης οντες. εἰσέρχεσθαι οὐ δι' αὐτῶν ἀλλ' εἰς αὐτάς φησιν· οὐδὲ γὰρ ὑπερβατέον τὰς ἐνεργείας τῶν ἀρετῶν, ἀλλὰ προσδιατριπτέον αὐταῖς. εἰσελθοῦσι δὲ εἰς τὰς τῆς δικαιοσύνης πύλας καὶ ἐξομολογησαμένοις ἐν αὐταῖς ἑτέρα ὑπερέχουσα καὶ τιμιωτέρα δείκνυται πύλη ἡ κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, εἰς ην εἰσέρχονται οἱ τὴν δικαιοσύνην κατορθώσαντες ωστε παρωνύμως ἀπ' αὐτῆς κληθῆναι δίκαιοι. 1080 Ps 117,21 ̔Υμνῶ σε τοιγαροῦν ἀνοίξαντά μοι τῆς δικαιοσύνης τὰς πύλας καὶ εὐχαριστῶ οτι εἰσήκουσάς μου καὶ προσεδέξω τὴν δέησιν καὶ παρέσχες τὴν σωτηρίαν. 1081 Ps 117,24 Πάσης τῆς κατ' αισθησιν ἡμέρας ὑπὸ ἡλίου γινομένης οταν ὑπὲρ γῆν γένηται, ἡ δεικνυμένη ἡμέρα ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης οντος κυρίου κατεσκευάσθη, ην καὶ δεικνῦντες ἀλλήλοις οἱ τῷ ἀληθινῷ φωτὶ καταυγαζόμενοί φασιν Αυτη ἡ ἡμέρα ὑπὸ κυρίου γεναμένη ἐστίν· οθεν εὐφραινώμεθα καὶ ἀγαλλιώμεθα ἐν αὐτῇ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες· οὐ γὰρ ετι νυκτὸς καὶ σκότους ἀλλ' υἱοὶ φωτὸς καὶ ἀληθείας ἐσμέν, εχοντες τὴν πίστιν ̓Αβραὰμ τοῦ ἀγαλλιασαμένου, ινα ιδῃ τὴν ἡμέραν κυρίου, καὶ χαρέντος ἐπὶ τῷ ἑωρακέναι αὐτήν. 1082 Ps 117,25.26a ̔Ο διάληψιν εχων περὶ τοῦ θεοῦ προνοεῖσθαι τῶν ολων παρ' αὐτοῦ καὶ τὸ σωθῆναι καὶ τὸ εὐοδοῦσθαι ἀπαιτεῖ· θεὸς γὰρ τοῦ σῴζειν ἐστί, καὶ παρ' αὐτοῦ κατευθύνεται τὰ διαβήματα ἀνδρί. οθεν καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ὁ μακαριζόμενος πάντα οσα αν ποιῇ κατευοδοῦται, θεῷ ἡγεμόνι χρώμενος τῆς ὁδοῦ τῆς ἐπὶ μακαριότητα ἀγούσης. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ταύτην τὴν φωνὴν οἱ Εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν ειναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι κυρίου ἐρχόμενος. 1083 Ps 117,26b.27a Πάντων τῶν πρὸ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς κυρίου δούλων, ἀμέλει Τάδε λέγει κύριος εκαστος εφη, καὶ εκαστος τῶν ἀγγέλων φησὶν πρὸς ον ερχεται ̔Ο κύριος ἀπέστειλέ με· ἀλλ' ουτος ὁ ἐν ὀνόματι κυρίου ἐρχόμενος εὐλογημένος ἐστίν. οθεν εκαστος τῶν προαγορευόντων αὐτοῦ τὴν ἐπιδημίαν λέγει Εὐλογήκαμεν ὑμᾶς ἐξ οικου κυρίου. ἐξ οικου γὰρ κυρίου τῶν κόλπων τῶν πατρικῶν ἐστιν ὁ ἐρχόμενος. ̓Επιφέρεται γοῦν παραχρῆμα· Θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι ἀλλ' ἐπιφανῆναι πρότερον οὐχ ὁρώμενον. ὑπάρχων γὰρ ἀόρατος τῷ ειναι εἰκὼν θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν καὶ γενόμενος λόγος σὰρξ ωφθη, ιν' ουτως φανεὶς χειραγωγήσῃ διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. λέγουσι γοῦν οἱ ταύτην τελέσαντες τὴν μύησιν Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ο ἐρχόμενος, ἀλλ' οὐχ ̔Ο ἐλθών· ἀεὶ ερχεται καὶ ἐπιδημεῖ τῷ τῶν ἀνθρώπων γένει, εἰ καὶ μὴ διὰ σαρκός· οὐ κινούμενος οὐ μεταβαίνων αὐτός· ατρεπτος γὰρ καὶ ἀναλλοίωτος καὶ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν θεϊκῇ παρουσίᾳ. ἡμῶν δὲ σχέσει καὶ διαθέσει ἐγγιζόντων αὐτῷ η μακρυνομένων αὐτοῦ, τοῖς μὲν ερχεται εὑρισκόμενος παρ' αὐτῶν ( ̓Εγγίσατε γὰρ θεῷ καὶ ἐγγιεῖ ὑμῖν), τῶν δὲ μακρύνεται οὐ τοπικῶς ἀποδημῶν ἀλλ' ὡς προείρηκα σχέσει· Μακρὰν γὰρ ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν. 1084 Ps 117,27bc Η καὶ ουτως· πυκάζοντές εἰσιν οἱ βλαστοὺς καὶ καρποὺς αρτι φέροντες. ἐν τούτοις ουν τυγχάνοντες νέα φυτὰ συστήσασθε ἑορτὴν παρατείνουσαν μέχρι τῶν κεράτων τοῦ πνευματικοῦ θυσιαστηρίου, ἀφ' ου τὸν ανθρακα λαβὼν τῇ λαβίδι τὸ ετερον τῶν σεραφὶμ ἀποστέλλεται πρὸς τὸν προφήτην ἐπὶ τῷ καθᾶραι αὐτὸν καὶ περιελεῖν τὰς ἀνομίας καὶ ἁμαρτίας αὐτοῦ. Τίσι δὲ προστάττεται συστῆναι ἑορτὴν η τοῖς διδασκάλοις καὶ ἱερεῦσι; τάχα δὲ καὶ ἀγγέλοις ἐρεῖς. ἑορτὴ δὲ συνισταμένη καθ' ὑφήγησιν θεοῦ τὸ πράττειν ἐστὶ τὰ δέοντα καὶ τὴν ἀλήθειαν φρονεῖν. αυτη δὲ μάλιστα χώραν ισχει ἐν τοῖς ἀποσεισαμένοις τὴν παλαιότητα ἐπὶ τῷ γενέσθαι