233
διδόντες αὐτῷ πρόφασιν τοῦ διαβαλεῖν αὐτὸν ἐπ' ἐργασίᾳ. Ὁ δὲ ὡς πρὸς ἀκηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα εἰπὼν, οὔτε, ὅτι Εἶπέ μοι, Ὕπαγε, νίψαι, εὐθέως φησί· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ὡς πολλῆς ἤδη γεγενημένης διαβολῆς, κἀκείνων εἰρηκότων, Ἴδε ὁ Ἰησοῦς οἷς ἐργάζεται ἐν σαββάτῳ, πηλὸν χρίει. Σὺ δέ μοι σκόπει, πῶς οὐ ταράττεται ὁ τυφλός. Ὅτε μὲν γὰρ ἐπ' ἐκείνων ἔλεγεν ἀκινδύνως ἐρωτώμενος, οὐχ οὕτω μέγα ἦν τὸ τὴν ἀλήθειαν εἰπεῖν· τὸ δὲ θαυμαστόν ἐστι νῦν, ὅτι καὶ ἐν πλείονι φόβῳ καταστὰς, οὔτε ἀρνεῖται, οὔτε ἐναντία λέγει τοῖς προτέροις. Τί οὖν οἱ Φαρισαῖοι; μᾶλλον δὲ καὶ οἱ ἄλλοι; Ἤγαγον μὲν αὐτὸν ὡς ἀρνησόμενον· τοὐναντίον δὲ ἔπαθον ὅπερ οὐκ ἐβούλοντο, καὶ ἀκριβέστερον ἔμαθον. Καὶ τοῦτο πανταχοῦ τῶν σημείων ὑπομένουσι· μᾶλλον δὲ ἐν τοῖς ἑξῆς τοῦτο σαφέστερον ἀποδείξομεν. Τί οὖν οἱ Φαρισαῖοι; Ἔλεγόν τινες, οὐ πάντες, ἀλλ' οἱ ἰταμώτεροι· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Ὁρᾷς ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο; Οἱ γὰρ πρὸ τούτου πέμψαντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἄκουσον τί λέγουσι νῦν, εἰ καὶ μὴ πάντες. Καὶ γὰρ ἄρχοντες ὄντες ὑπὸ τῆς φιλοδοξίας εἰς ἀπιστίαν ἔπιπτον. Ὅμως δὲ καὶ τῶν ἀρχόντων οἱ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· οὐχ ὡμολόγουν δέ. Ὁ μὲν οὖν πολὺς λαὸς εὐκαταφρόνητος ἦν, ἅτε μηδὲ μέγα συντελῶν εἰς τὴν συναγωγὴν αὐτῶν· οἱ δὲ ἄρχοντες μᾶλλον περίβλεπτοι ὄντες, δυσκολώτερον ἐπαῤῥησιάζοντο. Τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ὁ παρὰ τῶν πολλῶν φόβος. ∆ιὸ καὶ ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ αὐτοὶ μὲν φονεύειν ζητοῦντες ἀδίκως, τοῦ Θεοῦ ἔλεγον εἶναι· τὸν δὲ τυφλοὺς θεραπεύοντα οὐ δύνασθαι εἶναι ἐκ τοῦ Θεοῦ, διὰ τὸ σάββατον μὴ τηρεῖν. Πρὸς ταῦτα ἀντέθηκαν οὗτοι, ὅτι ἁμαρτωλὸς τοιαῦτα σημεῖα οὐ δύναται ποιεῖν. Ἐκεῖνοι μὲν οὖν κακούργως τὸ γεγονὸς σιγῶντες, τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἔφερον. Οὐ γὰρ ἔλεγον, ὅτι ἐν τῷ σαββάτῳ θεραπεύει, ἀλλ' ὅτι Τὸ σάββατον οὐ τηρεῖ· οὗτοι δὲ πάλιν ἀσθενῶς. ∆έον γὰρ ἐπιδεῖξαι πῶς τὸ σάββατον οὐ λύεται, ἀπὸ τῶν σημείων ἰσχυρίζονται μόνον· καὶ εἰκότως. Ἔτι γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ ἑτέρως εἶχον ἀπολογήσασθαι, ὅτι τοῦ σαββάτου κύριος ἦν, καὶ αὐτὸς αὐτὸ πεποίηκεν· ἀλλ' οὐδέπω ταύτην εἶχον τὴν γνώμην. Οὐδεὶς μέντοι αὐτῶν ἐτόλμα ἅπερ ἐβούλετο φανερῶς εἰπεῖν, οὐδὲ ἐν ἀποφάσει, ἀλλ' ἐν ἀμφισβητήσει, οἱ μὲν διὰ τὸ ἀπαῤῥησίαστον, οἱ δὲ διὰ φιλαρχίαν. Σχίσμα οὖν ἦν ἐν αὐτοῖς. Τοῦτο τὸ σχίσμα πρῶτον ἤρξατο ἐν τῷ λαῷ· εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσι. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ, Οὐχὶ, ἀλλ' ἀπατᾷ τὸν ὄχλον. Ὁρᾷς πῶς ἀσυνετώτεροι τῶν πολλῶν οἱ ἄρχοντες σχισθέντες ὕστερον; Ἀλλὰ μετὰ τὸ σχισθῆναι πάλιν, 59.314 οὐδὲν ἐπεδείξαντο γενναῖον, ὁρῶντες τοὺς Φαρισαίους ἐπικειμένους. Ὡς εἴ γε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν. Ἔστι γὰρ σχισθῆναι καλῶς. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἔστι γὰρ καὶ κακὴ ὁμόνοια, ἔστι καὶ καλὴ διαφωνία. Καὶ γὰρ οἱ τὸν πύργον οἰκοδομοῦντες, ὡμονόησαν ἐπὶ κακῷ τῷ ἑαυτῶν· καὶ οἱ αὐτοὶ οὗτοι πάλιν, ἄκοντες μὲν, ἐπὶ συμφέροντι δὲ ὅμως ἐσχίσθησαν. Καὶ οἱ περὶ Κορὲ δὲ κακῶς ὡμονόησαν, διὰ τοῦτο καλῶς ἐσχίσθησαν καὶ Ἰούδας ὡμονόησε μετὰ τῶν Ἰουδαίων κακῶς. Ἔστιν οὖν σχισθῆναι καλῶς, καὶ ἔστιν ὁμονοῆσαι κακῶς. ∆ιὰ τοῦτό φησιν· Ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· ἐὰν ὁ ποῦς σου, ἔκτεμε αὐτόν. Εἰ δὲ ἀπὸ μέλους ἀποσχίζεσθαι χρὴ κακῶς συνημμένου, οὐ πολλῷ μᾶλλον ἀπὸ φίλων κακῶς ἡνωμένων ἡμῖν; Ὥστε οὐ πανταχοῦ ὁμόνοια καλὸν, ὥσπερ οὖν οὐδὲ πανταχοῦ ἡ διάστασις κακόν. γʹ. Ταῦτα λέγω, ἵνα φεύγωμεν πονηροὺς, καὶ διώκωμεν ἀγαθούς. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα· καὶ ποιοῦμεν