234
καινὴν φυτείαν. καὶ ἐπεὶ τὸ πάσχα τῷ μηνὶ τῶν νέων ἐπιτελεῖται, δυνατὸν ὑπολαβεῖν οτι μεταβαίνων τις ἐκ κακίας καὶ τῶν αἰσθητῶν ἐπὶ ἀρετὴν καὶ τὰ νοητὰ ἀνανεούμενος πυκάζει, ωστ' αν ἑορτάσαι καὶ προσαγαγεῖν πνευματικὰς θυσίας εως τῶν ἐμφαινόντων βασιλικὸν ειναι τὸ θυσιαστήριον κεράτων αὐτοῦ. καὶ περὶ τῆς ἑορτῆς δὲ ἡμῶν τῶν ἑβδομάδων εἰ λέγοιτο ταῦτα, οὐκ ἀπᾴδει τῆς ἀληθείας. 1085 Ps 117,28.29 ̔Ο δι' ολου τοῦ ψαλμοῦ εὐχαριστῶν τῷ θεῷ τῷ τὰς τηλικαύτας καὶ τοσαύτας ποιήσαντι εὐεργεσίας ἀναφθέγγεται τὸ Θεός μου ει σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου ει σύ, καὶ ὑψώσω σε. δοξολογῶν, θεολογῶν σε λέγω Εἰς ἐμὲ πεποίηκας θαυμάσια· υψωσας γάρ με καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθανεῖν ἀλλὰ ζήσαντά με διηγήσασθαι τὰ εργα σου. καὶ δεύτερον δὲ ἐξομολογοῦμαι Οτι ἐπήκουσάς μου τῶν δεήσεών μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. πείρᾳ τοιγαροῦν μαθών σου τὸ πολυέλεον καὶ τὴν ἀγαθότητα καὶ αλλους προτρεπόμενος λέγω πρὸς πολλοὺς ἀποτεινόμενος ̓Εξομολογεῖσθε τῷ κυρίῳ, οτι ἀγαθός, οτι εἰς τὸν αἰῶνα εχει ἐκτεινόμενον τὸ ελεος αὐτοῦ, καθ' ο ἐλεεῖ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι.
1086 Ps 118,2a Μαρτύρια δ' αν ειη καὶ τὰ λόγια τοῦ θεοῦ τῷ μαρτυρεῖσθαι
ὑπ' αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ. 1087 Ps 118,3 Μακάριοι τοίνυν οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ καὶ ἐν ολῃ καρδίᾳ ἐκζητοῦντες αὐτόν, πάσης σπουδῆς ἀνθρωπίνης ἀποστάντες καὶ δι' εργων ἀγαθῶν καὶ φρονήματος ὀρθοῦ ἐγγίζοντες αὐτῷ. ευ δὲ τὸ μακαρίζειν οὐ τοὺς πορευθέντας ἀλλὰ τοὺς πορευομένους, καίτοι τὸ Οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐπορεύθησαν ἐμφαίνει τὸ μηδεπώποτε αὐτοὺς πεπειρᾶσθαι τοῦ θείου νόμου ὡς περὶ αὐτῶν ειναι· Οσοι γὰρ ἀνόμως ημαρτον, ἀνόμως καὶ ἀπολοῦνται. ουτοι δέ εἰσιν οἱ μηδεπώποτε θείας διδασκαλίας ἀκηκοότες· οἱ γὰρ μετὰ τὸ ταύτης μυηθῆναι πταίσαντες ἐν νόμῳ ἡμαρτηκέναι καὶ παραβάται αὐτοῦ λέγονται. 1088 Ps 118,6 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν πάσας τὰς ἐντολάς σου· οὐκ ἐπί τινας ἀλλ' ἐπὶ πάσας. κατ' ἐκείνας γὰρ τὰς ἐντολὰς ας μὴ βλέπω αἰσχυνθήσομαι. 1089 Ps 118,8b ̓Εγκαταλείπομαι γὰρ πρὸς ὀλίγον πολλάκις ὑπὲρ πείρας καὶ δοκιμῆς ἐμῆς ἐπὶ τῷ γενναίως ἐνεγκόντα τὰ περιστατικὰ ὠφεληθῆναι. εὐθέως γοῦν σοῦ βοηθοῦντος ον δεῖ τρόπον τοὺς ἀγῶνας διαθλήσας στεφανοῦμαι· διό, ινα μὴ ἡττηθῶ, δεινῶν οντων τῶν προσπαλαιόντων, μὴ εως σφόδρα ἐγκαταλείψῃς. 1090 Ps 118,11 ̔Ο μὴ ἐξ ἐπιπολῆς τὰ λόγια τοῦ θεοῦ δεχόμενος κρύπτει αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ινα τὴν γνώμην καὶ τὴν πρόθεσιν αὐτοῦ κατὰ ταῦτα ποιωθεὶς ἀναμάρτητος ειη θεῷ τῷ τὸ κρυπτὸν ὁρῶντι, μὴ μόνον μὴ μοιχεύων ἀλλὰ μηδὲ αἰσχρὰν ορεξιν εχων. συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ ους σου. 1091 Ps 118,17 1091 Οπως μὴ ἀμισθὶ δόξω πεπραχέναι τὰ δικαιώματά σου, ἀνταπόδος μοι τὴν θείαν καὶ μακαρίαν ζωήν, ινα ζήσας κατ' αὐτὴν φυλάξω τοὺς λόγους σου· μετὰ γὰρ τὸ μνημονεῦσαι αὐτῶν ἀκόλουθον φυλάξαι. εἰς τοῦτο λήψῃ τὸ ὑπὸ ̓Ιησοῦ λεχθὲν ̔Ο εχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς· εχει γὰρ τὰς ἐντολὰς ὁ μνημονεύων αὐτῶν καὶ τηρεῖ ὁ καὶ ταύτας ἐνεργῶν. 1092 Ps 118,20 Αλλος δὲ οὐ Τὰ κρίματα ἀλλὰ Τὰ δικαιώματα εἰπὼν ουτως ἐξηγήσατο· τὰ θεοῦ δικαιώματα ἀεὶ ὠφελεῖ, ἀγαθὰ κυρίως οντα. ἐπιθυμίαν αὐτῶν εχων ἐν παντὶ καιρῷ ἐπεπόθησεν, οὐ θέλων αὐτὰ ἐκ λύπης η ἐξ ἀνάγκης ποιεῖν, ὡς ποιοῦσιν οἱ ἐνεργοῦντες αὐτὰ φόβῳ τοῦ μὴ περιπεσεῖν κολάσει, ἀλλὰ σὺν ὀρέξει καὶ ἐπιθυμίᾳ. συμβήσεται γὰρ ἐκ τούτου σωφρόνως καὶ γενναίως πάντα φέρειν, οὐ μόνον τὰ ἡδέα ἀλλὰ καὶ τὰ ἐπίπονα καὶ ἀηδῆ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν σὺν πόθῳ ἰέναι. 1093 Ps 118,22 ̓Επεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ