235
μαρτύριά σου, σὺ περίελε τὸ ονειδος καὶ τὴν ἐξουδένωσίν μου. πῶς δ' αν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομένων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, αμα ἐμοὶ ἐκζητήσουσι καὶ αὐτοὶ τὰ μαρτύριά σου. 1094 Ps 118,26 ̔Ετέρα γραφὴ Τὰς ὁδούς σου, φησίν, ἐξήγγειλα, ινα ειπῃ· τὰς φερούσας πρὸς σὲ οὐχ ἑτέρας ουσας τῶν ἀρετῶν ὁδούς, ω δέσποτα, πρακτικῶς ἐξήγγειλα σπουδαίᾳ προθέσει καὶ καταλλήλοις αὐτῇ εργοις, καὶ ἐπήκουσάς μου· διὸ πρὸς ὑπακούσαντά φημι ∆ίδαξόν με τὰ δικαιώματά σου. 1095 Ps 118,29 ̔Ο προαιρέσει ἀποστὰς τῆς ὁδοῦ τῆς ἀδικίας καὶ τῷ νόμῳ τοῦ θεοῦ προσελθὼν τελειωθῆναι καὶ βεβαιωθῆναι ταῦτα βούλεται πρὸς θεοῦ τοῦ τὰ τέλη τῶν ἀγαθῶν ἐπιφέροντος. ὡς γὰρ μισήσας ην ειχεν αγνοιαν τῷ πόθον ἐσχηκέναι τῆς ἀντικειμένης ἐπιστήμης, οὐχ οιός τε ων ἑαυτὸν τῆς ἀγνοίας ἀποστῆσαι καὶ τῇ πίστει προσερεῖσαι, τὸν διδάσκαλον παρακαλεῖ· Τὴν αγνοιαν ἀπόστησον ἀπ' ἐμοῦ καὶ τῇ ἐπιστήμῃ σου ἐλέησόν με. 1096 Ps 118,39 Οὐ συνειδότος ἐστὶν ἑαυτῷ ἁμαρτίαν ἡ φωνὴ ἀλλ' ὑποπτεύοντος, ωσπερ ουν καὶ τὸ ̓Απὸ τῶν κρυφίων μου καθάρισόν με. θαρρῶ δὲ οτι περιαιρήσεις ο ὑπώπτευσα ονειδος, πεπεισμένος οτι χρηστοφιλανθρωπίας γέμοντα τὰ κρίματά σού εἰσιν. 1097 Ps 118,41.42a Εἰ δὲ δυνατὸν πάντα περὶ τοῦ ἀποσταλέντος λόγου εἰρῆσθαι, ἐπίστησον· αὐτὸς γὰρ καὶ ελεος καὶ σωτήριον κυρίου ἐστί. διὸ εὐκτέον ηκειν ἐφ' ἡμᾶς τὸ ελεος κυρίου, τὸ σωτήριον κατὰ τὸ ελεος αὐτοῦ. ουτω γὰρ ἐλεηθέντες καὶ σωθέντες τοῖς ὀνειδίζουσι πρότερον ὡς λειπομένοις ἐλέου καὶ σωτηρίας θεοῦ ἀποκρινούμεθα. 1098 Ps 118,43.44 Νοήσεις δὲ καὶ ουτως· εἰ καί ποτε πρὸς ἐμπιπτούσας ἀπορίας περὶ προνοίας η ὁμοιοτρόπων ζητημάτων μὴ εχοιμι λόγον ἀποδοῦναι λύοντα τὰς ἀντιρρήσεις τῶν ἐπαπορούντων, ἀλλὰ σὺ τῇ αὑτοῦ ἀγαθότητι ἀνοίξαντί μοι τὸ στόμα τῷ σῷ λόγῳ δὸς ἑρμηνευτικὸν τῆς ἀληθείας, ινα μὴ παντελῶς περιαίρεσις τοῦ λόγου τῆς ἀληθείας ἐκ τοῦ στόματός μου γένηται ἀλλὰ δυνηθῶ περὶ τῶν δυσαποδότων ἀμωσγέπως λέγειν Οτι ηλπισα ἐπὶ τὰ κρίματά σου, τοὺς κεκριμένους καὶ ἐξητασμένους σου λόγους η τὰ κρίματα καθ' α διοικεῖς καὶ προνοεῖς τῶν ἀνθρώπων. Μὴ περιέλῃς εως σφόδρα ἐκ τοῦ στόματός μου ἀληθείας λόγον. ουτω γὰρ καὶ διὰ παντὸς φυλάξαι σου τὸν νόμον συμβήσεται τηρούμενον οὐκ ἐν τούτῳ μόνῳ τῷ αἰῶνι ἀλλὰ καὶ μέχρις αἰῶνος, τῶν λόγων ̓Ιησοῦ οὐ παρερχομένων. φυλάττομεν γοῦν τὸν τοῦ θεοῦ νόμον κατὰ τὴν εἰκόνα τῶν πραγμάτων, πρότερον ὑπὸ ̓Ιουδαίων κατὰ σκιὰν φυλαχθέντα, φυλαχθησόμενον ἡμῖν κατὰ τὰ μέλλοντα ἀγαθὰ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 1099 Ps 118,51 Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτόν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην καὶ κατὰ ποσὸν κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν μὴ ἀνεχόμενος. 1100 Ps 118,53 ̓Επεὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι τῷ μηδὲ τὴν ἀρχὴν πεπειρᾶσθαι νόμων, οἱ δ' ἐν νόμῳ τῷ παραβαίνειν αὐτόν, ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν τοῦ θεοῦ νόμον· Ει τι γὰρ πάσχει εν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξαζόμενον ῃ εν μέλος, συγχαίρει πάντα τὰ μέλη. καὶ ἐπὶ τοῖς ἀδελφοῖς ουν ἡμῶν τοῖς ἁμαρτάνουσι λυπεῖσθαι καθήκει, οτι τοιοῦτοί εἰσι, καὶ ουτω διακεῖσθαι κατὰ τὸν αγιον τοῦτον. 1101 Ps 118,58 Πρόσωπον θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις ἡμῖν ειρηται. ὁ τοίνυν ολῃ καρδίᾳ ἐφιέμενος τούτου, οπως καθαρὰ αυτη γενομένη θεωροίη αὐτὸ καὶ ἐκ τοῦ ἀτενίζειν αὐτῷ ἐλεηθῇ κατὰ τὸν λόγον τῆς διδασκαλίας αὐτοῦ, ειποι αν τὰ ἐγκείμενα ῥητά. ορα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ θεοῦ. ̓Ιησοῦς σε διδαξάτω λέγων Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, οτι αὐτοὶ τὸν θεὸν οψονται. 1102 Ps 118,61 Καὶ τίνα τὰ σχοινία η οἱ πονηροὶ διαλογισμοὶ καὶ αἱ ὑποβάλλουσαι τούτους πονηραὶ δυνάμεις δι' ων τῆς κατὰ θεὸν στάσεως ἐνεχείρουν καταβάλλειν;