235
Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ' οἱ σχισθέντες ἀπ' αὐτῶν· οἳ καὶ εἶπον, Ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται τοιαῦτα σημεῖα ποιεῖν. Βουλόμενοι γὰρ αὐτοὺς ἐπιστομίσαι πλέον, ἵνα μὴ δόξωσιν αὐτοὶ συνηγορεῖν τῷ Χριστῷ, τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν εἰς μέσον ἄγουσι καὶ ἐρωτῶσιν. Ὅρα τοίνυν τοῦ πένητος τὴν σοφίαν. Ἁπάντων γὰρ τούτων συνετωτέρως φθέγγεται. Καὶ πρῶτον μέν φησιν, ὅτι Προφήτης ἐστὶ, καὶ οὐ κατέπτηξεν αὐτῶν τῶν διεστραμμένων Ἰουδαίων τὴν κρίσιν, τῶν ἀντιλεγόντων, καὶ λεγόντων· Πῶς δύναται οὗτος εἶναι παρὰ τοῦ Θεοῦ, τὸ σάββατον οὐ τηρῶν; ἀλλ' ἔλεγεν, ὅτι Προφήτης ἐστί. Καὶ οὐκ ἐπίστευσαν ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως οὗ ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Καὶ σκόπει πόσοις τρόποις ἐπιχειροῦσι τὸ θαῦμα συσκιάσαι καὶ ἀνελεῖν. Ἀλλ' αὐτὴ τῆς ἀληθείας ἡ φύσις, δι' ὧν δοκεῖ παρὰ τῶν ἀνθρώπων ἐπιβουλεύεσθαι, διὰ τούτων ἰσχυροτέρα γίνεται· διὰ τούτων λάμπει, δι' ὧν συσκιάζεται. Εἰ γὰρ μὴ ταῦτα ἐγένετο, κἂν ὑπωπτεύθη παρὰ τοῖς πολλοῖς τὸ θαῦμα· νυνὶ δὲ ὡς σπουδάζοντες γυμνῶσαι τὴν ἀλήθειαν, οὕτως ἅπαντα πράττουσι, καὶ οὐκ ἂν ἑτέρως ἐποίησαν, εἴ γε ὑπὲρ τοῦ Χριστοῦ πάντα ἐποίουν. Καὶ γὰρ ἐπεχείρησαν διὰ τούτου τοῦ τρόπου καταβαλεῖν αὐτὸν, λέγοντες, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; τουτέστι, μὴ γοητείᾳ τινί; Καὶ γὰρ ἀλλαχοῦ μηδὲν ἔχοντες ἐπισκῆψαι, τῷ τρόπῳ τῆς θεραπείας ἐπηρεάζειν ἐπιχειροῦσι λέγοντες· Οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβούλ. Καὶ ἐνταῦθα πάλιν, οὐδὲν ἔχοντες εἰπεῖν, ἐπὶ τὸν καιρὸν καταφεύγουσι λέγοντες, ὅτι Λύει τὸ σάββατον· καὶ πάλιν, ὅτι Ἁμαρτωλός ἐστι. Καὶ μὴν φθονοῦντας ὑμᾶς καὶ ἑτοίμους ὄντας ἐπιλαβέσθαι τῶν αὐτῷ πεπραγμένων, μετὰ πάσης ἠρώτησεν ἀκριβείας, λέγων, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας· Καὶ οὐδεὶς ἐφθέγξατο, οὐδὲ εἶπεν, ὅτι Βλα 59.316 σφημεῖς, ἀναμάρτητον λέγων σεαυτόν. Καίτοι γε εἰ εἶχον εἰπεῖν, οὐκ ἂν ἐσίγησαν. Οἱ γὰρ διὰ τὸ ἀκοῦσαι, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστι, λιθάσαντες αὐτὸν καὶ εἰπόντες ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἑαυτοὺς μὲν ἐκ τοῦ Θεοῦ αὐχοῦντες εἶναι, ἀνδροφόνους ὄντας, τὸν δὲ τοιαῦτα σημεῖα πράττοντα, ἐπειδὴ ἐθεράπευσεν, οὐκ εἶναι ἐκ τοῦ Θεοῦ διὰ τὸ μὴ τηρεῖν τὸ σάββατον λέγοντες· εἰ σκιὰν γοῦν εἶχον ἐγκλήματος, οὐκ ἂν παρέδραμον. Εἰ δὲ διὰ τοῦτο ἁμαρτωλὸν καλοῦσι, διότι τὸ σάββατον ἐδόκει λύειν, καὶ τοῦτο ἕωλον ἐφάνη τὸ ἔγκλημα, τῶν μετ' αὐτῶν τεταγμένων, ψυχρότητα πολλὴν καὶ μικροψυχίαν καταγνόντων αὐτῶν. Πάντοθεν τοίνυν συμποδισθέντες, ἐφ' ἕτερον ἔρχονται λοιπὸν ἀναισχυντότερον καὶ ἰταμώτερον. Ποῖον δὴ τοῦτο; Οὐκ ἐπίστευσαν, φησὶν, ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψε. Πῶς οὖν ἐνεκάλεσαν ὅτι τὸ σάββατον οὐ τηρεῖ, ἢ δηλονότι ὡς πιστεύσαντες; πῶς δὲ οὐ προσείχετε τῷ πολλῷ λαῷ; τοῖς γείτοσι τοῖς εἰδόσιν αὐτόν; Ἀλλ' ὅπερ ἔφην, πανταχοῦ τὸ ψεῦδος ἑαυτῷ μὲν περιπίπτει, δι' ὧν ἐπηρεάζειν τῇ ἀληθείᾳ δοκεῖ, τὴν δὲ ἀλήθειαν λαμπροτέραν ἐμφαίνει, ὃ δὴ καὶ νῦν γέγονεν. Ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐδὲν ἀκριβὲς εἶπον οἱ γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν, ἀλλὰ παρωμοίαζον, ἄγουσιν εἰς μέσον τοὺς γονεῖς, δι' ὧν ἐποίουν ἄκοντες τὸ γεγενημένον ἀληθὲς δεικνύντες. Καὶ γὰρ οὗτοι μάλιστα πάντων τὸ τέκνον ἠπίσταντο τὸ ἑαυτῶν. Ἐπειδὴ γὰρ αὐτὸν καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ' ἑώρων μετὰ πάσης παῤῥησίας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκων τιτρώσκειν τὸ θαῦμα. Καὶ ὅρα τῆς ἐρωτήσεως τὴν κακίαν. Τί γάρ φησιν; Στήσαντες αὐτοὺς εἰς τὸ μέσον, ὥστε εἰς ἀγωνίαν ἐμβαλεῖν, μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν; Καὶ οὐκ εἶπαν, Ὁ ποτὲ τυφλός· ἀλλὰ πῶς; Ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη, ὡσανεὶ κακουργούντων αὐτῶν, καὶ τὰ τοῦ Χριστοῦ συγκροτούντων. Ὦ μιαροὶ, καὶ παμμίαροι! καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύσασθαι παιδός; Μονονουχὶ γὰρ λέγουσιν, Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διεδώκατε πανταχοῦ τὸν λόγον. Πῶς οὖν βλέπει νῦν; Ὢ τῆς ἀνοίας! Ὑμῶν, φησὶν, ἐστὶ τὸ σκευώρημα καὶ ἡ κατασκευή. ∆ύο γὰρ τούτοις αὐτοὺς εἰς ἄρνησιν ἄγειν ἐπιχειροῦσι, τῷ τε εἰπεῖν,