236
ἀλλ' ἀνήνυτος ἡ σπουδὴ τῶν περιβαλλόντων τὰ σχοινία τῷ δικαίῳ, οταν συντόνῳ σπουδῇ μνημονεύοι τοῦ νόμου. τὰ αὐτὰ δύνανται καὶ αἱ περιστάσεις αἱ πρὸς τῶν ἁμαρτωλῶν τῷ δικαίῳ προσαγόμεναι σχοινία αὐτῶν ὑπάρχειν· ἀλλὰ καὶ ταύτας καρτερῶς φέρων οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ ὁ δίκαιος. καὶ οἱ δι' ἀπατηλῶν δὲ λόγων εἰς ἁμαρτίαν παρακαλοῦντες σχοινία περιπλέκουσιν· ἀλλ' ἐὰν νήφῃ τις, οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ. 1103 Ps 118,63 Μέτοχον δὲ νοήσωμεν τὸν φίλον καὶ κοινωνόν, ῃ φησιν ὁ ̓Εκκλησιαστὴς Οτι ἐὰν πέσῃ, ὁ εις ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. μήποτ' ουν τοῦτο βούλεται λέγειν οτι φίλος καὶ κοινωνός εἰμι πάντων τῶν φοβουμένων τὸν θεὸν καὶ τῶν φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ καὶ αὐτὸς φοβούμενος αὐτὸν καὶ φυλάσσων τὰς ἐντολὰς αὐτοῦ. 1104 Ps 118,65.66a Ουσης περὶ τὸν θεὸν χρηστότητος καὶ ἀποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστότης γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς. ἐπεὶ ουν ὁ αγιος ἐβεβαίωτο ἐν τῇ πίστει, Χρηστότητα, ειπεν, ἐποίησας μετὰ τοῦ δούλου σου. σοῦ δὲ εφη, παραστῆσαι βουλόμενος μὴ κατὰ ἀποκλήρωσιν γινομένην μετά τινος τὴν χρηστότητα τοῦ θεοῦ, ἀλλὰ μετὰ τοῦ δουλεύοντος αὐτῷ, οστις ποτ' αν ῃ ουτος. Τὸ δὲ Κατὰ τὸ λόγιόν σου προσκείμενον δηλοῖ σὺν λόγῳ καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ κυρίου χρηστότητα. διὸ καὶ τὸ λογικὸν καὶ τὸ σοφὸν αὐτῆς γνῶναι θέλων οὐκ αλλον ἀξιοῖ διδάσκαλον αὐτῷ περὶ αὐτῆς γενέσθαι, ινα σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθῃ, παιδείαν μὲν τὴν ἠθικήν, γνῶσιν δὲ τὴν διανοητικὴν ἀρετὴν καλῶν. καὶ ἐν Παροιμίας τὸ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνοιστέον ἐπὶ πρακτικὴν καὶ θεωρητικὴν ὠφέλειαν. 1105 Ps 118,66b ̓Επεὶ ὀρθῶς καὶ φρονίμως ταῖς παρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐταῖς ὡς τηρῆσαι αὐτάς, ορεξόν μοι σοφίαν, διδάξας με χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν. συνᾴδει τούτοις τὸ ̓Επιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν. 1106 Ps 118,67 Εἰ γὰρ καὶ διττὸς ὁ τρόπος τοῦ ἐπάγεσθαι τὰ τοιαῦτα· τοῖς μὲν γὰρ δι' ἁμαρτίας, τοῖς δ' ἐπὶ τῷ δοκιμασθῆναι καὶ φανερωθῆναι αὐτῶν ἐπαγομένων, τούτων τὸ ελαττον ἑαυτῷ διδοὺς πεπλημμεληκέναι ειπεν. ἀλλ' ομως, φησίν, ἐφύλαξα τὸ λόγιόν σου, ιν' ωσπερ πλημμελήσας ἐταπεινώθην, ουτως κατορθώσας καὶ φυλάξας τὸ λόγιόν σου ἀφεθῶ τῆς ταπεινώσεως. 1107 Ps 118,68 Οὐκ εἰς τὴν ἐμὴν ἀξίαν ἀφορῶν ( ̓Επλημμέλησα γὰρ) ἀλλ' εἰς τὴν σὴν χρηστότητα, ἐπεὶ χρηστὸς ων χρηστότητα εχεις, ἀξιῶ διδαχθῆναι οὐ παρ' ἑτέρου η σοῦ αὐτοῦ τὰ δικαιώματά σου. 1108 Ps 118,69 Πολλῶν ἀπατεώνων ἀπονενοημένων κατὰ τῶν ἐντολῶν σου καὶ μυρία οσα πρὸς διαβολὴν αὐτῶν καὶ ἀνατροπὴν δῆθεν λεγόντων, ἀδικία πολλὴ ἐπ' ἐμὲ γεγένηται. ομως δὲ εἰ καὶ δεινὰ ἐδόκουν λέγειν α τοὺς ἀνερματίστους ἀποστῆσαι αὐτῶν δύναται, ἀλλ' ἐγὼ ἐπιτείνων τὴν σπουδὴν καὶ τὸν πόθον εἰς αὐτὰς ἐν ολῃ καρδίᾳ ἐξηρεύνουν αὐτάς, ὡς τὸ κάλλος αὐτῶν τεθεωρηκότα με ἐκ τῆς πολλῆς καὶ ἐπιτεταμένης αὐτῶν ἐρεύνης κατεγνωκέναι σφόδρα τῶν διαβαλλόντων αὐτάς. Ειποι δ' αν ταῦτα καὶ ὁ πρός τινων ὑπερηφάνων τε καὶ δυναστῶν καταπονούμενος καὶ ἀδικούμενος ἐν τοῖς τοῦ βίου πράγμασιν· ἀπὸ γὰρ τῶν ἐντολῶν σου, φησίν, δυνήσομαι μαθεῖν φαυλότερον ειναι τὸ ἀδικεῖν καὶ ἀποστερεῖν τοῦ ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι. 1109 Ps 118,70 ̓Επεὶ γὰρ ποτισθέντες τὸ λογικὸν καὶ αδολον γάλα πρὸς τῶν παιδευόντων οὐ διῴκησαν οὐδ' επεψαν αὐτὸ συστραφὲν καὶ παγὲν ἐν αὐτοῖς, ἐτύρωσε τὴν καρδίαν αὐτῶν. ἀλλ' ουν εἰ καὶ ἐκεῖνοι τοῦτο πεπόνθασι παρ' ἑαυτούς, ἐγὼ τὸν νόμον σου διὰ μελέτης εχων ἐσπούδαζον αὐτὸν νοεῖν, τῆς τούτου νοήσεως λυούσης οὐ μόνον τὴν ἀχλὺν ἀλλὰ καὶ τὴν παχύτητα τῆς ὑλικῆς διαθέσεως. Ps 118,72 ∆ιττοῦ οντος τοῦ νόμου, τοῦ μὲν πνευματικοῦ καὶ πρὸς διάνοιαν, τοῦ δὲ κατὰ γράμμα καὶ τὴν σκιὰν διαταγέντος δι' ἀγγέλων ἐν χειρὶ