237
μεσίτου, ὁ προφήτης ἀγαθὸν αὐτῷ λέγει τὸν νόμον τοῦ θεϊκοῦ στόματος ὑπὲρ πάντα τὰ τοῦ κόσμου ἡδέα α διὰ χιλιάδων χρυσίου καὶ ἀργυρίου ἐδήλωσεν. πρὸς θεωρίαν δὲ λεκτέον τὸ ἀργύριον ἀντὶ λόγου, τὸ δὲ χρυσίον ἀντὶ νοῦ· πολλῶν γὰρ χιλιάδων τοιούτου ἀργυρίου καὶ χρυσίου ἐν τοῖς τὰ τοῦ κόσμου καὶ τῶν αἱρέσεων φιλοσοφοῦσιν, ὑπὲρ πάντα ταῦτα τῷ τῆς σοφίας καὶ ἀληθείας θεοῦ ἐραστῇ ἀγαθὸς ὁ νόμος τοῦ στόματος τοῦ θεοῦ ἐστι τῷ ἐκ μόνου τούτου τὴν κυρίως ὠφέλειαν ἐγγίνεσθαι τοῖς αὐτῷ προσέχουσιν. 1110 Ps 118,74 Νοήσεις δὲ καὶ ουτως· οἱ θεὸν φοβούμενοι τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰσιν· οντες δὲ τοιοῦτοι ἀγαθοὶ τυγχάνουσι κατὰ τὸν ου εχουσι φόβον. διὸ καὶ πάντας βούλονται προκόπτειν καὶ ὠφέλειαν εχειν καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι θεῷ, μιμούμενοι τοὺς ἐν οὐρανῷ χαίροντας ἐπὶ τῇ ὠφελείᾳ τῶν μετανοούντων. ∆υνατὸν δὲ καὶ ὑποδεεστέρους ἐκλαβεῖν περὶ ων λέγει Οψονταί με εὐφρανθήσονται, ιν' ῃ ὁ νοῦς τῶν λεγομένων τοιοῦτος. ̓Επελπίσας ἐγὼ εἰς τοὺς λόγους σου ποθῶ τὸ τελείως συγγενέσθαι, πράττω καὶ φρονῶ κατὰ τὴν σὴν παίδευσιν· οἱ δὲ φόβῳ τοῦ μὴ περιπεσεῖν τῇ κατὰ τὴν κρίσιν ἑπομένῃ τοῖς ἁμαρτάνουσι τιμωρίᾳ ἀπέχονται κακίας. ἐὰν ουν οἱ ουτω φοβούμενοί σε δυνηθῶσιν ἰδεῖν με, εὐφρανθήσονται, οὐκέτι ἐκ λύπης καὶ ἀνάγκης ἁμαρτημάτων ἀπεχόμενοι ἀλλὰ σπουδῇ ἀναλαβεῖν ἐπὶ τῷ ἐλπίσαι καὶ αὐτοὺς εἰς τοὺς λόγους σου. 1111 Ps 118,77a ̓Επειδὴ δὲ μὴ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν αλλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ θεοῦ λέγονται, ἐπιστατέον μήποτε ὁ μονογενὴς καὶ τὸ αγιον πνεῦμα, οἱ ζωῆς παρεκτικοί, οἰκτιρμοὶ θεοῦ εἰσι. καὶ πατὴρ ειρηται κατὰ τὴν τοῦ ἀποστόλου φιλοσοφίαν τῶν οἰκτιρμῶν. 1112 Ps 118,78a Μεγάλου δὲ ἀνδρὸς τὸ λέγειν ̓Αδίκως ἠνόμησαν εἰς ἐμέ. 1113 Ps 118,81 ̓Εκλείπει ἡ ψυχή μου εἰς τὸ σωτήριον τοῦ θεοῦ, οταν τέλος τῆς πίστεως σωτηρίαν κομίσηται· οὐ γὰρ ετι μένει ψυχή, ἀποτιθεμένη τὴν κατάστασιν δι' ην ἐτύγχανε ψυχή, ὀρέξει τῇ πρὸς τὸ σωτήριον τοῦ θεοῦ καὶ ἐλπίδι συνεχεῖ τῇ πρὸς τὸ λόγιον αὐτοῦ πνεῦμα καὶ νοῦς γινομένη. οὐ γὰρ τῆς οὐσίας αὐτῆς δηλωτικὸν τὸ ψυχῆς ονομα ἀλλὰ τῆς σχέσεως τῆς πρὸς τὴν κοινωνίαν τοῦ σώματος. οταν δὲ ἀΰλου μεταλάβῃ ζωῆς καὶ αφθαρτον καὶ πνευματικὸν ἐξ ἀναστάσεως ἀναλάβῃ τὸ σῶμα, τὸ πάλαι αὐτῇ συνεζευγμένον φθαρτὸν καὶ ψυχικὸν ψυχῇ τυγχανούσῃ νοῦς καὶ πνεῦμα γενήσεται, ἐκλείπουσα εἰς τὸ θεοῦ σωτήριον καὶ εν πνεῦμα πρὸς αὐτὸ γινομένη δι' αὐτοῦ τῷ κυρίῳ. καὶ τοῦτό ἐστι τὸ ἀπαρνήσασθαί τινα ἑαυτόν· ὁ γὰρ ἀπαρνησάμενος ἑαυτὸν ετερος ἀνθ' ἑτέρου γενήσεται, οὐ κατὰ τὴν ὑποκειμένην ὑπόστασιν ἀλλὰ κατὰ τὰ ποιοῦντα ταύτην, ὁτὲ μὲν ψυχήν, ὁτὲ δὲ νοῦν. εἰ γὰρ καὶ προτρεπτικὰ εἰς μαρτύριον τὰ εὐαγγελικὰ ῥητά, ἀλλ' ουν καὶ κατὰ τὸν εἰρημένον μυστικὸν λόγον ἐκληπτέον. 1114 Ps 118,83a ̔Ο τοῦ θεοῦ λόγος πνευματικὴ ων πάχνη, ἐπεὶ καὶ δρόσος καὶ ὑετὸς πολλαχοῦ λέγεται, καταψύχει μου τὸν ἀπὸ παθῶν ἀκόλαστον φλογμὸν καὶ ἀσθενῆ μου τὴν σάρκα ποιεῖ, ὡς τὴν νέκρωσιν ̓Ιησοῦ φέρειν ἐν αὐτῇ. 1115 Ps 118,85 Πολλοὶ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας γραφὰς καὶ τῶν τῆς ἐκκλησίας καὶ τῶν εξω ταύτης αἱρετικῶν τε καὶ ̓Ιουδαίων η καὶ Σαμαρειτῶν, ἀλλ' οὐ πάντες λέγουσι καλῶς· σπάνιος γὰρ ὁ εχων τὴν ἀπὸ τοῦ θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελομένων λέγειν, οὐ καλῶς δὲ η καὶ παρανόμως βιούντων. ει τι λέγουσιν, ἀδολεσχία ἐστὶ καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος ευτονος καὶ ἐρρωμένος καὶ σωτήριος ειναι ἐν ψυχῇ παρανόμῳ. 1116 Ps 118,87a Ταῦτα ὁ διὰ τὴν δικαιοσύνην καὶ τὴν Χριστοῦ διδασκαλίαν διωκόμενος ὑγιῶς ἐρεῖ τὴν προειρημένην λέξιν, καὶ πάντες δὲ οἱ προφῆται. συντελεσθῆναι δέ ἐστιν ἐν τῇ γῇ οὐ τὸ κοινῶς τεθνάναι ἀλλὰ τὸ εἰς τὴν ὑλικὴν εξιν ην ἐκάλεσε γῆν ὡς εἰς τέλος ἐλθεῖν ἐπὶ τῷ κατ' αὐτὴν ποιωθῆναι. 1117 Ps 118,88 Τὸ κατὰ τὸ λόγιον τοῦ θεοῦ ζῆν τὸ σὺν εὐσεβείᾳ ζῆν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. τούτου γὰρ τυχὼν ἐν εὐζωΐᾳ εσται, ὡς