237
αὐτοὺς καὶ καταβαλὼν, οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται. Ἕως μὲν γὰρ τὸ πρᾶγμα ἐξετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνίκησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοιπόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων ἐπιλάβηται, λαμπροὺς αὐτοὺς ἀποφαίνει· τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ' ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπηρεάσαι. Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τέως ἑαυτὸν εἰς τὸν τῶν μαθητῶν ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος ἑαυτόν ἐστι μαθητὴν ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν ἱκανῶς. γʹ. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ' ὑπερβολῆς αὐτῶν βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀνεπτερωμένης καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ' ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ' ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. ∆ιὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· ἐπειδὴ εἰς τούτους ἀεὶ τοὺς λόγους κατέφευγον. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος; Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκούσαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ' ὅτι Οἴδαμεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες διισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ' ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ' εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ' ὑμῖν ὢν, οὐδὲ τῶν περιφανῶν, οὐδὲ τῶν δεδοξασμέ 59.319 νων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς ἀνθρωπίνης δεόμενος βοηθείας. Οἴδαμεν δὲ ὅτι Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν κοινή· ταύτῃ τοίνυν ἐμμείνατε. Καὶ θέα μοι τὴν σύνεσιν· Πανταχοῦ τὸ σημεῖον περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ' αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλλων· μὴ γένοιτο· ἀλλ' εἰδὼς ὅτι οὐχ ἁμαρτωλός ἐστιν; Νῦν γοῦν ὅτε καιρὸν ἔσχεν, ὅρα πῶς ἀπελογήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προσέθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει τὸ γεγονὸς, λέγων, Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ τοίνυν ὁμολογεῖτε, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον οὐδεὶς ἄνθρωπος ἐποίησεν, εὔδηλον ὅτι πάντα ἐνίκησεν ἀρετῇ, καὶ μείζων αὐτοῦ ἐστιν ἢ κατὰ