238
φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ θεοῦ μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ λόγου τοῦ θεοῦ, ου ειπεν αὐτοῦ στόματος ειναι. 1118 Ps 118,91a Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὡς τεταγμένως καὶ ὁμαλῶς περικυκλεῖν κατὰ τοὺς ἐτησίους κύκλους, οὐκ ἐξισταμένης τῆς ἡμέρας οὐδεπώποτε ης εχει πρὸς νύκτα διατάξεως κατά τε ἰσότητα καὶ ἀνισότητα. 1119 Ps 118,93 Ωσπερ γὰρ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βέβαιον ἀναλαβὼν ὑγείαν δι' αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οις ἠκολούθησε τὸ ουτως αὐτὸν μετ' εὐεξίας ὑγιαίνειν, ουτως ὁ αγιος ουτος ὑπὸ θεοῦ ζωοποιηθεὶς ἐν οις εσχε παρ' αὐτοῦ δικαιώμασι λέγει παρ' ολον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν τὸ ἐν αὐτοῖς τὸν θεὸν αὐτὸν ἐζηκέναι. 1120 Ps 118,96a Εἰ καὶ τῆς ἀρετῆς εν τέλος διὰ τὸ ἐπὶ πάσῃ προκοπῇ ἐγγινόμενον, ἀλλ' ουν γε καὶ ἑκάστης προκοπῆς ἐστι τὸ προσεχὲς πέρας. ὁ ουν διὰ πάσης προκοπῆς ἀφιγμένος εἰς τὸ τέλος τῆς ἀρετῆς ἐρεῖ Πάσης συντελείας ειδον πέρας, τοῦ ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου· ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ καὶ ἐκείνης τέλος στοιχεῖον τῆς ἑπομένης· οθεν ειρηται τὸ Οτε συντελέσει ανθρωπος, τότε αρχεται. 1121 Ps 118,96b Οὐδεὶς γὰρ ἐν ἐντολῇ θεοῦ περιπατῶν στενοχωρεῖται, μεγαλόψυχος καὶ μεγαλόνους γινόμενος ἐκ τοῦ περιέπειν αὐτήν. 1122 Ps 118,97 1122 Οὐ παραβολὴν δὲ καὶ ὁμοίωσιν ἐνταῦθα σημαίνει τὸ ̔Ως ἀλλὰ τὸ ἀληθῶς καὶ πρωτοτύπως καὶ οὐ δι' ετερόν τι ἀγαπητὸν ἡγεῖσθαι τὸν νόμον τοῦ θεοῦ. ∆υνάμεθα δὲ νοεῖν τὸ Ολην τὴν ἡμέραν μελέτη μού ἐστι ἀντὶ τοῦ ̓Εν ολῳ τῷ τῆς ζωῆς μου χρόνῳ· πολλαχοῦ γὰρ ὁ πᾶς χρόνος τῆς ζωῆς ἀνθρώπων ἡμέρα καλεῖται, ὡς ἐν τῷ Καὶ σὲ ὑπέμεινα ολην τὴν ἡμέραν, καὶ τὸ Ενεκά σου θανατούμεθα ολην τὴν ἡμέραν. 1123 Ps 118,98 Οἱ ἐπικείμενοι ἐχθροὶ ἀόρατοι πειρῶνται διὰ πάσης σπουδῆς εἰς τὸ προτιμᾶν ἡδονὴν ἀγαγεῖν με· δι' ης ἡδονῆς συμβαίνει πρὸς πάντα πόνον δυσχερῶς εχειν, ὡς καὶ τὴν θείαν ἐντολὴν σὺν ἱδρῶτι κατορθουμένην παραιτεῖσθαι. κρείττων δὲ γίνεται τῆς ἡδονῆς καὶ τῶν πρεσβευόντων αὐτὴν ἐχθρῶν ὁ τὴν θεοῦ ἐντολὴν σοφιζόμενος ὑπ' αὐτοῦ, ωστε εἰς αἰῶνα αὐτὴν εχειν, προτιμήσας τῆς πρὸς ὀλίγον ουσης καὶ προσκαίρου ἡδονῆς. διὸ τῷ θεῷ εὐχαριστικῶς ὑμνῶν ἐρεῖ ̓Εσόφισάς με τὴν ἐντολήν σου, ἐξ ου καὶ ὑπὲρ τοὺς ἐχθρούς μου γεγένημαι. 1124 Ps 118,101 ̓Εμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τῷ ̓Εκώλυσα τοὺς πόδας μου· ὡς γὰρ ἐπ' αὐτῷ οντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν καὶ κωλῦσαι αὐτοὺς τὸ προκείμενον ειπε. τοῦτο συνᾴδει τῷ Εκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ὁ γὰρ ἐκκλίνων ἀπὸ κακοῦ ἐκ πάσης ὁδοῦ πονηρᾶς κωλύει τοὺς πόδας αὐτοῦ, ινα ποιήσας τὸ ἀγαθὸν φυλάξῃ τοὺς τοῦ θεοῦ λόγους. 1125 Ps 118,105 Λύχνος ὁ νόμος ἐστὶ τοῖς πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν νυκτὶ βαδίζουσι, τοῦ ἀληθινοῦ φωτὸς οὐ λύχνου οντος ἀλλ' ἡλίου φωτίζοντος ἐκείνοις, οις προέκοψεν ἡ νὺξ ἐγγισάσης τῆς ἡμέρας, καθ' ην ἡμέραν εὐσχημόνως περιπατεῖν εστιν. 1126 Ps 118,106 Τὸ δὲ στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι δηλοῖ, καὶ τὸ ὀμόσαι οὐ τὸν θεὸν ὀνομάσαι ἀλλὰ τὸ ἀμεταθέτως τοῦτο προθέσθαι καὶ ἀπαράβατον φυλάττειν, τὸ εργον τοῦ ορκου δυνάμει ποιῶν. 1127 Ps 118,124 Οὐχ ὡς μὴ τυχὼν δὲ τῆς αἰτήσεως πάλιν αὐτὴν προσάγει ἀλλ' ὡς μαθὼν τὰ δικαιώματα τοῦ θεοῦ κατὰ προτέραν ἀξίωσιν· ὡς οιόν τε ην ετι ἐπιδιατρίβων αὐτοῖς, μειζόνως η εγνω θεωρῆσαι αὐτὰ βουλόμενος, δέεται καὶ ἀεὶ τοῦτο ποιεῖ, εως ἐπὶ τὸ τέρμα ελθῃ τῆς νοήσεως αὐτῶν. 1128 Ps 118,125 Οπερ δὲ ειπον ἀρτίως περὶ τῆς μαθήσεως τῶν δικαιωμάτων διαφόρως γινομένων, τοῦτ' ἐρῶ καὶ περὶ τῆς γνώσεως τῶν μαρτυρίων, κατὰ προκοπὴν ἀεὶ ὑπεραναβεβηκυίας γνώσεως αὐτῶν γινομένης τῷ προσδιατρίβοντι τῇ κατανοήσει αὐτῶν. 1129 Ps 118,127 Ταῦτα συνᾴδει τῷ ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου