1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

239

ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου, καὶ τῷ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ αξιον αὐτῆς ἐστι. διὸ καὶ πρὸς ἑταίρους ειρηται περὶ αὐτῆς τῷ ̓Ιὼβ Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. ταῦτα δὲ οὐ κατὰ σύγκρισιν ειρηται ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων αιρεσιν. 1130 Ps 118,130 ̔Ο ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας πάντας τοὺς ἐν αὐτοῖς λόγους ἐφανέρωσε, τοῦτο μὲν ἐκβάσει πληρῶν τὰς προφητείας, τοῦτο δὲ ἀνακαλύπτων τὸν νόμον ἐπὶ τῷ μηκέτι γράμμα καὶ σκιὰν ἀλλὰ πνευματικὸν αὐτὸν ὁρᾶσθαι. αυτη τοιγαροῦν ἡ γεναμένη δήλωσις τῶν θείων λόγων συνετὸν τὸν προφήτην ἀποδείξει καὶ φωτίσει τοὺς μετὰ τὸν ̓Ισραὴλ καλουμένους ἀπὸ τῶν ἐθνῶν νηπίους τῷ υστερον καὶ ὀψέ ποτε τὴν ἐκ πίστεως ἐσχηκέναι γένεσιν. ἀλλ' εἰ καὶ πρὸ τῆς καθόδου τοῦ πληρώσαντος τὸν νόμον καὶ τοὺς προφήτας ἀπήγγειλεν ὁ σοφὸς λέγων ̔Η δήλωσις τῶν λόγων σου συνετιεῖ με, ἀλλ' ουν γε πνεύματι προφητικῷ ταῦτα ὁρῶν ὡς οιόν τ' ην σύνεσιν αὐτῶν εχειν ἐπόθει τὴν ἐγχωροῦσαν πρὸ τῆς ἐπιδημίας Χριστοῦ δηλωθῆναι. 1131 Ps 118,135 Τὴν δεῦρο τοῦ σωτῆρος ἐπίλαμψιν ἰδεῖν καὶ μαθεῖν ἀξιοῖ, περὶ αὐτῆς τῷ σωτῆρι φάσκων Τὸ πρόσωπόν σου ἐπίφανον, οπερ ἰδών τις σὲ ὁρᾷ. αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει ̔Ο ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. τούτου γὰρ ὑπάρξαντος, φησίν, συμβήσεταί με μαθεῖν τὰ δικαιώματά σου. τὸ δὲ μαθεῖν αὐτό ἐστι τὸ ἐν αὐτοῖς περιπατεῖν, μὴ κατὰ σάρκα ἀλλὰ κατὰ χάριν. 1132 Ps 118,137.138 ∆ιὰ τοῦτο εὐθής ἐστιν ἡ κρίσις σου, ἐπεὶ δίκαιος ων κατὰ τοὺς τῆς δικαιοσύνης κανόνας εὐθυτάτους οντας κρινεῖς πάντας τοὺς δεξαμένους τὰ κρίματά σου, απερ δικαιοσύνην καὶ ἀλήθειαν σφόδρα ἐνετείλω. αἱ γὰρ θεῖαί σου γραφαὶ ας ἀνθρώποις ἐνετείλω, οὐχ αἱ καιναὶ μόναι ἀλλὰ καὶ αἱ παλαιαί, δικαιοσύνη κατὰ τὰ ἠθικὰ τυγχάνουσαι καὶ ἀλήθειαν σφόδρα, τουτέστιν ἠκριβωμέναι κατὰ τὴν θεωρίαν τῶν οντων καθ' ην αν ἐνετείλω ἡμῖν ποιεῖν κρίματα, οπως κρινῶμεν κατὰ τὸν μέγα καὶ τὸν μικρὸν κρίμα δίκαιον κρίνοντες σφόδρα, ἀλήθεια καὶ δικαιοσύνη εἰσίν. 1133 Ps 118,140 Οθεν τὸ ουτως πεπυρωμένον λόγιον σφόδρα παρά τινος ἀγαπηθὲν ποιεῖ αὐτὸν τῷ πνεύματι ζέοντα ατε δοῦλον οντα τοῦ θεοῦ. ὁ τοιοῦτος καὶ σαφηνιζομένων ὑπὸ ̓Ιησοῦ τῶν γραφῶν ἐξάπτεται τὴν καρδίαν, ὡς φάσκειν κατὰ τοὺς περὶ τὸν Κλεώπαν Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ην ἐν ἡμῖν, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 1134 Ps 118,142 Ατρεπτος γὰρ καὶ ἀναλλοίωτος ων οὐ ποτὲ μὲν ποτὲ δὲ οὐκ εχει δικαιοσύνην, πηγὴ καὶ γεννήτωρ αὐτῆς ὑπάρχων· καὶ ὁ λόγος δὲ αὐτοῦ ἀλήθεια * ἀκουόντων ἀλήθεια εἰς τὸν αἰῶνα, οὐκ οντος ἀνθρωπίνου λόγου τοιούτου· τῆς γὰρ ἀνθρωπίνης σοφίας ὁ λόγος, καν δόξῃ γενέσθαι ἀληθής, μετὰ ταῦτα τῆς ἀληθείας φανείσης ἐλεγχθήσεται ψευδὴς ων. 1135 Ps 118,144 Α δέδωκάς μοι μαρτύρια οὐ πρὸς ὀλίγον οντα ὠφέλιμα δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. 1136 Ps 118,147 Πρῶτον ἐν ἀωρίᾳ, οπερ νοήσεις καὶ ουτως ἐπὶ τοῦ παρόντος αἰῶνος νυκτὸς ὀνομαζομένου πολλάκις ὡς πρὸς τὸν μέλλοντα αἰῶνα ἡμέραν καλούμενον, κατὰ τὸ ̔Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ηγγισεν. 1137 Ps 118,148 Προέφθασαν δὲ καὶ αἱ διορατικαὶ αὐτοῦ δυνάμεις χρηματίζουσαι αὐτοῦ ὀφθαλμοὶ πρὸς τὸν ἐκ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμενον ορθρον. διὸ καὶ καταυγασθεὶς καὶ ἐν τῷ φωτὶ τυγχάνων ηδη μελετᾷ τὰς ἐντολὰς τοῦ θεοῦ πτερούσας αὐτὸν ἐπὶ τῷ μετεωρισθῆναι καὶ αὐτῷ γυμνῷ τῷ ἀληθινῷ φωτὶ προσβαλεῖν, ὡς μηκέτ' ἐν ἀωρίᾳ ἀλλ' ἐν ἀκμαίῳ καὶ μεσημβρινῷ φωτὶ τυγχάνειν. 1138 Ps 118,151 ̔Ετέρα δὲ γραφὴ ωδε εχει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. τούτων τῶν ὁδῶν ὁ ἐπὶ τέρμα φθάσας ἐν ἀληθείᾳ ἐστίν, εχων αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν ἑαυτῷ. ἐπειδὴ δὲ καὶ τῶν ἁμαρτανόντων