239
ἀποτρίψασθαι· ἂν δὲ ἐπὶ τὴν θεωρίαν σε ἑλκύσῃ τοῦ πράγματος, οὐκ ἀποπηδᾷς· καὶ ἧς τὸ ὄνομα φεύγεις τέχνης, ταύτην μεταδιώκεις σχεδὸν ἅπασαν. Ἔνθα δὲ καὶ τὸ πρᾶγμα καὶ τὸ ὄνομα ἔχειν ὀφείλεις, καὶ εἶναι καὶ καλεῖσθαι Χριστιανὸς, οὐδὲ τί ποτέ ἐστι τὸ πρᾶγμα οἶδας. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον; Ταῦτα ἐβουλόμην συνεχῶς λέγειν πρὸς ὑμᾶς· δέδοικα δὲ, μὴ μάτην ἀπεχθάνωμαι καὶ κέρδους χωρίς. Ὁρῶ γὰρ μεμηνότας οὐ νέους μόνον, ἀλλὰ καὶ γέροντας· ἐφ' ὧν μάλιστα αἰσχύνομαι, ὅταν ἴδω ἄνδρα ἀπὸ τῆς πολιᾶς αἰδέσιμον, καταισχύνοντα τὴν πολιὰν, καὶ παιδίον ἐπισυρόμενον. Τί γὰρ τοῦ γέλωτος τούτου χεῖρον; τί τοῦ ἔργου τούτου αἰσχρότερον; ὁ παῖς παρὰ τοῦ πατρὸς διδάσκεται ἀσχημονεῖν. εʹ. ∆άκνει τὰ ῥήματα; Τοῦτο κἀγὼ βούλομαι, ἀνασχέσθαι ὑμᾶς τῆς διὰ τῶν ῥημάτων ἀλγηδόνος, ἵνα τῆς διὰ τῶν πραγμάτων ἀσχημοσύνης ἀπαλλαγῆτε. 59.321 Καὶ γὰρ εἰσί τινες, οἱ πολλῷ ψυχρότεροι τούτων ὄντες, οἳ οὐδὲ αἰσχύνονται ἐπὶ τοῖς λεγομένοις, ἀλλὰ καὶ μακρὸν εἴρουσιν ὑπὲρ τοῦ πράγματος λόγον. Κἂν μὲν ἐρωτήσῃς, τίς ἐστιν ὁ Ἀμὼς, ἢ ὁ Ἀβδιοῦ, ἢποῖος τῶν προφητῶν ὁ ἀριθμὸς, ἢ τῶν ἀποστόλων, οὐδὲ χάναι δύνανται. Ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, σοφιστῶν καὶ ῥητόρων δεινότερον ἀπολογίαν συντιθέασι· καὶ μετὰ ταῦτα ἅπαντα λέγουσι, Καὶ τί τὸ βλάβος; καὶ τίς ἡ ζημία; ∆ιὰ γὰρ τοῦτο στένω, ὅτι οὐδὲ ζημίαν ἴστε τὸ πρᾶγμα, οὐδὲ αἴσθησιν λαμβάνετε τῶν κακῶν. Ἔδωκέ σοι βίου προθεσμίαν ὁ Θεὸς εἰς τὸ θεραπεύειν αὐτόν· σὺ δὲ μάτην ἀναλίσκων αὐτὸν καὶ εἰκῆ καὶ ἐν οὐδενὶ χρησίμῳ, ἐξετάζεις ἔτι, τίς ἡ ζημία; Κἂν μὲν ἀργύριον ὀλίγον δαπανήσῃς ἁπλῶς, ζημίαν τὸ πρᾶγμα καλεῖς· τὰς δὲ ἡμέρας σου δαπανῶν ὁλοκλήρους εἰς σατανικὰς πομπὰς, οὐδὲν ἡγῇ ποιεῖν ἄτοπον; ∆έον εἰς λιτὰς καὶ εὐχὰς δαπανᾷν σου τὴν ζωὴν ἅπασαν, σὺ δὲ εἰς κραυγὰς καὶ θορύβους καὶ αἰσχρὰ ῥήματα, καὶ μάχην καὶ τέρψιν ἄκαιρον, καὶ ἔργα ἀπὸ μαγγανείας γινόμενα τὸν βίον σου καταναλίσκεις εἰκῆ καὶ ἐπὶ κακῷ τῷ σῷ· καὶ μετὰ ταῦτα πάντα ἐρωτᾷς, τίς ἡ ζημία; οὐκ εἰδὼς ὅτι παντὸς μᾶλλον ἀφειδεῖν χρὴ, ἢ χρόνου. Χρυσίον ἂν ἀναλώσῃς, δυνήσῃ πάλιν ἀνακτήσασθαι· χρόνον δὲ ἂν ἀπολέσῃς, δυσκόλως αὐτὸν ἀναλήψῃ. Ὀλίγος γὰρ ἡμῖν τεταμίευται κατὰ τὸν παρόντα βίον. Ἂν οὖν εἰς δέον αὐτῷ μὴ χρησώμεθα, τί ἐροῦμεν ἀπελθόντες ἐκεῖ; Εἰπὲ γάρ μοι· εἴ τινά σου τῶν υἱῶν ἐκέλευσας τέχνην μαθεῖν, εἶτα ἐκεῖνος οἴκοι διὰ παντὸς ἔμενεν, ἢ καὶ ἀλλαχοῦ που διέτριβεν, οὐκ ἂν αὐτὸν παρῃτήσατο ὁ διδάσκαλος; οὐκ ἂν εἶπε πρὸς σέ· Συγγραφὴν πρός με πεποίηκας, καὶ χρόνον ὥρισας. Εἰ μὴ μέλλει τοίνυν τὸν χρόνον τοῦτον παρ' ἡμῖν, ἀλλ' ἑτέρωθι ἀναλίσκειν ὁ παῖς, πῶς σοι παραστησόμεθα μαθητήν; Ταῦτα καὶ ἡμᾶς εἰπεῖν ἀνάγκη. Ἐρεῖ δὲ καὶ ὁ Θεὸς ἡμῖν· Χρόνον ὑμῖν δέδωκα, φησὶ, πρὸς τὸ 59.322 μαθεῖν τὴν τέχνην ταύτην τὴν τῆς εὐλαβείας· τίνος ἕνεκεν εἰκῆ καὶ μάτην τὸν χρόνον ἀνηλώσατε τοῦτον; τί δὲ πρὸς τὸν διδάσκαλον συνεχῶς οὐκ ἐβαδίζετε, οὐδὲ προσείχετε τοῖς λεγομένοις; Ὅτι γὰρ τέχνη ἐστὶν ἡ εὐλάβεια, ἄκουσον τί φησιν ὁ προφήτης· ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὅταν οὖν τοῦτον ἀναλώσῃς εἰκῆ, ποίαν ἕξεις ἀπολογίαν; Καὶ τίνος ἕνεκεν, φησὶν, ὀλίγον ἡμῖν ἐταμιεύσατο χρόνον; Ὢ τῆς ἀναισθησίας καὶ τῆς ἀγνωμοσύνης! ὑπὲρ οὗ μάλιστα εὐχαριστεῖν ἔδει, ὅτι σοι τοὺς πόνους ἐπέτεμε, καὶ τοὺς ἱδρῶτας ἐνέκοψε, καὶ τὴν ἀνάπαυσιν μακρὰν ἐποίησε καὶ ἀθάνατον, ὑπὲρ τούτων ἐγκαλεῖς καὶ δυσχεραίνεις; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐνταῦθα τὸν λόγον ἐξηγάγομεν καὶ μακρὸν εἰργασάμεθα. ∆ιόπερ ἀναγκαῖον αὐτὸν συστεῖλαι πάλιν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἡμετέρας ταλαιπωρίας, ὅτι ἐνταῦθα μὲν, ἂν μακρὸς γένηται ὁ λόγος, πάντες ἀκηδιῶμεν· ἐκεῖ δὲ ἐκ μέσης ἡμέρας ἀρχόμενοι, ὑπὸ λαμπάσι καὶ λύχνοις ἀναχωροῦσιν. Ἀλλ' ἵνα μὴ ἀεὶ ἐγκαλῶμεν, παρακαλοῦμεν ὑμᾶς λοιπὸν καὶ δεόμεθα· δότε ταύτην τὴν χάριν καὶ ἡμῖν καὶ ἑαυτοῖς, καὶ πάντων ἀπαλλαγέντες τῶν ἄλλων, τούτοις ἑαυτοὺς προσηλώσωμεν. Κερδανοῦμεν γὰρ καὶ ἡμεῖς ἐξ ὑμῶν τὴν χαρὰν καὶ