240
ἐγγίζων ην καθ' ετερον τρόπον, ἐγγύς ἐστιν αὐτῶν· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ καθ' ας ἐπιπορευόμενος τὴν ἐξέτασιν καὶ κρίσιν τῶν πραγμάτων αὐτῶν ποιεῖται ἀλήθειά εἰσιν. 1139 Ps 118,152 ̓Εθεμελιώθη τὰ μαρτύρια ὑπὸ τοῦ θεοῦ, ὡς μηδένα δύνασθαι σεῖσαι η ἀνατρέψαι αὐτά· ὁ γὰρ σὸς λόγος σοφία καὶ υἱός σου τυγχάνων θεμέλιος αὐτῶν ὑπάρχει. διὸ καὶ παριστὰς τὸ ἀκαταμάχητον καὶ ἀκαθαίρετον αὐτῶν εφη Οἱ λόγοι μου οὐ μὴ παρελεύσονται, καν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχωνται. 1140 Ps 118,160 Πολλαχῶς λαμβανομένης τῆς ἀρχῆς καθ' εν σημαινόμενον, ἐροῦμεν ἀρχὴν ειναι τὴν ἀλήθειαν τῶν τοῦ θεοῦ λόγων ὡς τὸ ου ενεκα. τοῦ γὰρ γνωσθῆναι αὐτὴν καὶ γυμνὴν τύπων ἀναφανῆναι οἱ νομικοὶ καὶ προφητικοὶ καὶ ετι μὴν καὶ οἱ τῆς καινῆς διαθήκης θεοῦ λόγοι δέδονται· γυμναζόμενοι γὰρ δι' αὐτῶν καὶ χειραγωγούμενοι κατὰ τὸ πνευματικὸν αὐτῶν βούλημα φθάνομεν ἐπὶ τὸ προσβάλλειν πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ. εἰ δ' εστι τὸ ου ενεκα ἀρχὴ τῶν ἐπ' αὐτὰ φερόντων καὶ αὐτοῦ χάριν γινομένων, φέρουσι δὲ καὶ οἱ θεοῦ λόγοι ἐπὶ τὴν ἀλήθειαν (αὐτῆς γὰρ χάριν ειρηνται), εἰκότως ἀρχὴ αὐτῶν ειρηται. ̓Επειδὴ δὲ καὶ κατ' αλλο σημαινόμενον ἀρχὴ καλεῖται τὸ ἐνυπάρχον τισίν, ἐνυπάρχει δὲ τοῖς θεοῦ λόγοις ἡ ἀλήθεια αὐτόθεν ἀληθέσιν ουσι, καὶ κατὰ τοῦτο ἀρχὴ αὐτῶν αυτη ειναι λέγεται. Καταλλήλως ἐπὶ τῶν ἀληθῶν λόγων ἡγεῖται ἡ ἀληθὴς εξις, καθ' ην λέγονται ἀπὸ τῆς αὐτοαληθείας τῆς ἐμπνεομένης εἰπεῖν τὰς θεοπνεύστους γραφάς, αιπερ εἰσὶν οἱ θεοῦ λόγοι. καὶ κατὰ τοῦτο ὀρθῶς εχοι αν ἀρχὴν τῶν θεοῦ λόγων ειναι τὴν ἀλήθειαν. Καὶ ετι· ἐπεὶ ὁ κύριός φησιν ̓Εγώ εἰμι ἡ ἀλήθεια, θεοῦ λόγος καὶ αὐτὸ τυγχάνει, ῃ φησιν αὐτὸς τῷ πατρὶ ̔Ο λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ὁ γινόμενος πρὸς εκαστον προφήτην. Καὶ αλλως· ὁ θεοληπτούμενος ἀλήθεια ων, ἀρχὴ γίνονται λόγων θεοῦ οἱ κατὰ τὴν ἀλήθειαν πεποιωμένοι. ὡς ουν τῶν λόγων σου ἀρχὴ ην ἀλήθεια, ουτως εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου τυγχάνει ἀκατάλυτα καὶ εἰς ἀεὶ δεικνύμενα. 1141 Ps 118,161c ∆ιττή ἐστιν ἡ δειλία, ἡ μὲν αλογος περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς καταγινομένη, ἡ δὲ λογικὴ περὶ τὴν καρδίαν συνισταμένη καὶ τὴν νόησιν οὐκ ανευ λόγου, καὶ τάχα ἡ αὐτὴ τῷ θείῳ φόβῳ τυγχάνειν δύναται. 1142 Ps 118,164 Παρ' ολον τὸν βίον ἑαυτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ εσται τελείᾳ οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτὸς καὶ αἰνεῖ τὸν θεὸν ἑπτάκις, ὑπερκόσμιος γεγονὼς τῷ ανω κεχωρηκέναι τοῦ ἐν εξ ἡμέραις γενομένου κόσμου, οτε καὶ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ θεοῦ, καθ' α κρίματα εκαστον ποικίλην δημιουργίαν καὶ πρόνοιαν εσχε. 1143 Ps 118,166 Εἰ δὲ καὶ τὸν σωτῆρα προσδοκᾷ, περὶ ου ειρηται Πᾶσα σὰρξ οψεται τὸ σωτήριον τοῦ θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ θεοῦ ου καὶ τὸ σωτήριον προσεδόκησεν, ινα καὶ τὴν πρᾶξιν ῃ καθαρὸς καὶ τὴν προσδοκίαν θεωρητικός, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν θεὸν λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 1144 Ps 118,170 Παρακαλεῖ τοιαύτην ειναι τὴν ἀξίωσιν δόκιμον καὶ βεβαίαν καὶ ἀκατάγνωστον ωστε εἰσελθεῖν ἐνώπιον κυρίου. γνώσομαι δὲ εἰ εἰσέλθοι ἐνώπιόν σου τὸ ἀξίωμά μου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν σου· ὁ γὰρ ἀνωτέρω πάντων παθῶν ἀλόγων καὶ τῶν ἀπὸ ἀλογίας ἐνεργουμένων κακῶν χωρήσας ῥέρυσται ὑπὸ θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. 1145 Ps 118,171 Η οταν διδάξῃς με ἐκ τοῦ ἐνεργεῖσθαι καὶ τρανῶς ἐγγυῶσθαί μοι αὐτά, εὐχάριστον προσγινόμενον υμνον σοι προσενέγκωμαι ἐκ χειλέων μου τοῦ εσω ἀνθρώπου. εἰ δὲ ἡ ἐρυγὴ ὑμνῳδία θεοῦ, δηλονότι ἡ ἀρχὴ γινομένη αὐτῆς τροφή, πληρεστάτη θεολογία τυγχάνει. 1146 Ps 118,172 Αἱ διάφοροι ἐντολαί σου προστάξεις ουσαι τῶν κατ' ειδος ἀρετῶν εν πᾶσαι τυγχάνουσιν, ἡ καθόλου γενικὴ ἀρετὴ τῷ ἀντακολουθεῖν τὰς ἰδικὰς ἀρετάς, ὡς τὸν μίαν τελείως εχοντα πάσας εχειν.