241
Φθέγγομαι τοῖς τοῦ εσω ἀνθρώπου χείλεσί μου τὸ λόγιόν σου. φθέγγεται δὲ κυρίως τὸ περὶ τῆς δικαιοσύνης λόγιον οὐχ ὁ φωνῇ μόνῃ ουτω προφέρων ἀλλὰ καὶ εργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. 1147 Ps 118,173a Τὸ Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με οὐ τὴν κατ' οὐσίαν γένεσιν αὐτῆς σημαίνει ἐνταῦθα ἀλλὰ τὴν πρὸς τὰ σῳζόμενα σχέσιν. τῆς αὐτῆς διανοίας εχεται καὶ τὸ Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν. 1148 Ps 118,174 ̔Οδὸς τοῦ ἐπιποθοῦντος τὸ σωτήριον τοῦ θεοῦ τὸ τὸν νόμον ειναι μελέτην τῷ ἐπιποθοῦντι προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ αφιξιν. νόμον δ' ἐνταῦθα καλεῖ τὴν παλαιὰν καὶ θείαν γραφήν. 1149 Ps 118,175 † ̓Επείπερ τῶν κριμάτων μνημονεύων καὶ ἐξεχόμενος ἐκκλίνω τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, οὐδ' ολως ἁμαρτάνων ἀλλ' ἐνεργῶν ἐκεῖνα, οις ἀκολουθεῖ τὸ ζήσεσθαι τὴν ψυχὴν καὶ αἰνέσαι σε εὐχαριστοῦσαν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ. ̓Επείπερ τῶν κριμάτων σου μνημονεύων ἐκκλίνω τὸν τῇ ἁμαρτίᾳ παρεπόμενον θάνατον τῷ μὴ ἁμαρτάνειν, ζήσεται ἡ ψυχή μου τὰ τῆς ζωῆς ἐνεργήσασα καὶ τοῦς εὐχαριστηρίους αἰνεῖν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ. 1150 Ps 118,176 ̔Ως τὸ ἀπολωλὸς πρόβατον τὸ τυγχάνον ἀπὸ τῶν ἑκατόν, ἐφ' ο ἐλήλυθε ζητῆσαι αὐτὸ βουλόμενος ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα ἐν τοῖς ορεσιν, ἐπλανήθην ὑποκείμενος τῇ παραβάσει τοῦ ̓Αδάμ. τὸ γὰρ ἀπολωλὸς ἀπὸ τῶν ἑκατὸν προβάτων τὸ τῶν ἀνθρώπων γένος ἐστί, τὰ δὲ μὴ σφαλέντα λογικὰ α καὶ αὐτὰ μέρος τῆς κτίσεώς ἐστιν ἐπὶ τὰ ορη ἀπέμεινε τῷ υψει τῶν ἀρετῶν καὶ δογμάτων τῆς ἀληθείας, μόνου τοῦ ἀνθρώπου εἰς πλάνην ἐληλυθότος. ἐπεὶ τοίνυν παραπλησίως τῷ προβάτῳ, μᾶλλον δὲ μέρος αὐτοῦ ων, πεπλάνημαι, ζήτησον ἐμὲ τὸν δοῦλόν σου· ηλθες γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· ζήτησον δέ με ἐπὶ τῷ εὑρεῖν ετοιμον οντα πρὸς τοῦτο· ἐπεπόθησα γὰρ τὰς ἐντολάς σου.
1151 Ps 119 αργ ̓Ιστέον δὲ ὡς ὁ ἐν τῇ ̔Ιερουσαλὴμ νεὼς ἀναβαθμοὺς ειχε
δεκαπέντε καὶ ἐφ' εκαστον αὐτῶν ἐν τῷ ἀναβαίνειν εἰς αὐτὸν ἑστηκότες οἱ εἰς τὸ ὑμνεῖν τεταγμένοι ᾠδὴν ελεγον. διὸ καὶ συνέβη ἰσαρίθμους ᾠδὰς τοῖς ἀναβαθμοῖς ειναι. κεῖται δὲ ἡ περὶ τῶν ᾠδῶν καὶ τῶν λεγόντων αὐτὰς ἐφ' ἑκάστου τῶν ἀναβαθμῶν τοῦ ναοῦ διάταξις ἐν τοῖς Παραλειπομένοις. Νοήσεις δὲ ναὸν ειναι θεοῦ αγιον νοητὸν αμα καὶ πνευματικὸν τὴν * θεολογίαν, βαθμοὺς δὲ *
1152 Ps 120,1 ̔Ο ἐπὶ δεύτερον τοῦ ναοῦ βαθμὸν ἀναβεβηκὼς ηδη τελειότητος
αρχεται μεταποιεῖσθαι, οὐκέτι χαμαίζηλόν τι διανοούμενος. διὸ καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας εἰς υψος ἠρκέναι φησίν. οθεν καὶ οἰκείου ἀριθμοῦ τετύχηκεν ἡ τοῦ δευτέρου ἀναβαθμοῦ ᾠδή. ὁ γὰρ ἑκατοστὸς εἰκοστὸς τὴν τελειότητα τῆς ἀνθρωπίνης ζωῆς περιορίζει. ἀμέλει γοῦν μετὰ τὸν κατακλυσμὸν ειρηται περὶ ἀνθρώπων τὸ Εσονται αἱ ἡμέραι αὐτῶν ΡΚ. οθεν καὶ ὁ πάντα μέγας ἱεροφάντης Μωυσῆς θεοῦ διάκονος γεγονὼς τῶν τελειούντων τὴν ἀνθρωπίνην ζωὴν εἰς ἑκατοστὸν εἰκοστὸν ἐνιαυτὸν περιγράφει τὴν ἰδίαν ζωήν, μίμημα τὸν ἑαυτοῦ βίον προβαλλόμενος τοῖς ὑπ' αὐτοῦ τοῦς νόμους παραλαβοῦσιν. 1153 Ps 120,7.8 ∆υνατῶς δὲ καὶ πρὸς ηθος τὸ προκείμενον νοῆσαι· εξοδον ποιουμένου τοῦ φρουροῦντος θεοῦ ἀπὸ τῆς κακίας τοῦ ἐκκλίνοντος ἀπὸ κακοῦ, εισοδον τὴν πρὸς τὸ ποιεῖν τὸ ἀγαθὸν ὡσαύτως φυλάττοντος καὶ τὴν εξοδόν τινος τὴν ἀπὸ τῶν αἰσθητῶν καὶ τὴν εἰς τὰ νοητὰ καὶ πνευματικὰ εισοδον.
1154 Ps 121,1 ̔Ο τοῖς εμπροσθεν ἐπεκτεινόμενος ἀεὶ τῶν οπισθεν
ἐπιλανθάνεται, οὐ πάλιν δρομῶν. ὁσημέραι γὰρ ἐπὶ τὸ βραβεῖον τῆς ανω κλήσεως ἐπειγόμενος ἐπὶ τὰ ανω χωρεῖ. διὸ καὶ ἀρξάμενος τῆς ἐπὶ τὸν ναὸν ἀνόδου