242
ἀνεπιστρέπτει ὁδεύσας, εἰς τρίτον βαθμὸν ἀναβέβηκεν· οθεν καὶ ἐξ ἀπόπτου ηδη τοῦ οικου ἐφ' ον σπεύδει φαντασίαν λαβὼν εὐθυμεῖ θυμηδίαν προτρεπομένων αὐτὸν τῶν ἡγεῖσθαι τῆς εἰσόδου δυναμένων. 1155 Ps 121,2-4 Οἱ ἱδρυθέντες βεβαίως τοὺς πόδας τῆς ψυχῆς ἑαυτῶν πρότερον ἐν ταῖς τῆς ̔Ιερουσαλὴμ αὐλαῖς πόθον εχουσι τοῦ καὶ ἐπὶ τὸν ναὸν ἀναβῆναι. ἡ δὲ ἀκραιφνεστάτη θεολογία ὁ ναὸς ειη, αὐλαὶ δὲ τῆς ὁράσεως τῆς εἰρήνης αἱ κατὰ μέρος θεωρίαι, αἱ ἰδικαὶ ἀρεταὶ τυγχάνουσαι. ἡ τοίνυν τῆς προειρημένης εἰρήνης ορασις ἀρξαμένη μεταποιεῖσθαι ὡς πόλις ὑπὸ κυρίου οἰκοδομεῖται, ης ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ αὐλὰς εχει τὰς προειρημένας, ἐν αις οἱ πόδες τῶν βεβαίων ἑστῶτές εἰσιν. οὐ χαμαίζηλος δέ, ἀλλ' ἐν υψει τινὶ ουσα τυγχάνει, ὡς πάντα τὸν βουλόμενον πολίτην αὐτῆς γενέσθαι μὴ καταβαίνειν ἀλλ' ἀναβαίνειν πρὸς αὐτήν. καὶ φυλαὶ γοῦν κυρίου τὰ διάφορα τάγματα τῶν σῳζομένων ἐξομολογήσεως προαίρεσιν εχουσαι ἀναβαίνουσιν ἐκεῖ, μεμαρτυρημέναι ὑπὸ κυρίου καλῶς ἀναβάσαι καὶ ἐξομολογησάμεναι καὶ εἰς ζῆλον καὶ προκοπὴν αγουσαι τὸν δρῶντα αὐτὰς ̓Ισραήλ. 1156 Ps 121,5 ∆αυὶδ ὁ σωτὴρ πολλάκις ειρηται, ητοι διὰ τὸ ἐκ σπέρματος ∆αυὶδ ειναι τὸ κατὰ σάρκα η διὰ τὸ ἱκανῶς τῂ χειρὶ ὑπάρχειν· ∆αυὶδ γὰρ ἱκανὸς χειρὶ ἑρμηνεύεται. πῶς γὰρ οὐχ ἱκανὸς χειρὶ ὁ τεραστίους δυνάμεις ποιῶν; τούτου τοῦ ∆αυὶδ ἡ ἐκκλησία, ἐν ῃ θρόνοι εἰς κρίσιν ιδρυνται ἐφ' οις οἱ ἀπόστολοι καθήμενοι κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ ̓Ισραήλ. ἡ γὰρ ἑκάστου ἀποστόλου πίστις καὶ πολιτεία βασιλείας αὐτοῦ θρόνος ἐστί, κρίνων καὶ καταδικάζων τοὺς μὴ προσηκαμένους τὸν προφητευόμενον ἐν ταῖς θείαις γραφαῖς μηδὲ πιστεύσαντας οις ἐποίει καὶ ἐδίδασκε λόγοις. 1157 Ps 121,6.7 Καὶ κατὰ θεωρίαν δὲ ὁ διὰ τὸ ἀγαπᾶν τὴν ̔Ιερουσαλὴμ καρποφορῶν τὰ πνευματικὰ ἐν πολλῇ ειη εὐθηνίᾳ καὶ εὐετηρίᾳ εσται, οὐ πράξεις αὐτῷ μόνον τῆς ἀρετῆς ἀλλὰ καὶ θεωρίας τῆς ἀληθείας καρποφορῶν. τὸ δὲ ̓Εν τῇ δυναστείᾳ σου δύναται πρὸς τὴν ̔Ιερουσαλὴμ διὰ τὸ βασιλεύειν δυναστεύουσαν εἰρηκέναι πάντα ἐχθρὸν πρότερον πολεμοῦντα δυναστείᾳ καθελοῦσαν ὡς εὐθηνίαν ειναι λοιπὸν ἐν ταῖς πυργοβάρεσιν. ουτοι δὲ μεγάλοι πύργοι εἰσὶν ἐν τοῖς τείχεσι κατασκευαζόμενοι τοῦ ἀποσκοπεῖν χάριν τοὺς ἐρχομένους πολεμίους. βαρεῖς γὰρ ἐπιχωρίῳ εθει παρὰ Σύροις αἱ μεγάλαι οἰκίαι καλοῦνται, αιτινες καὶ υψος προσλαβοῦσαι ἐπὶ τῶν τετειχισμένων πόλεων τὴν θέσιν εχουσαι πυργοβάρεις καλοῦνται. οταν τοίνυν τῇ δυναστείᾳ ἑαυτῆς ῃ ἀπὸ θεοῦ εσχε χρησαμένη ̔Ιερουσαλὴμ καθυποτάξῃ τοὺς ἀντιταγμένους, εἰρήνη ποιήσει ἀκολουθῆσαι καὶ ἐν ταῖς πυργοβάρεσιν αὐτῆς εὐθηνίαν ειναι. Ειεν δ' αν κατ' ἀλληγορίαν πυργοβάρεις οἱ δι' υψος τῆς πολιτείας καὶ θεωρίας τῆς ἀληθείας μὴ μόνον σκοποῦντες τοὺς ἐρχομένους ἐπὶ πόλεμον ἐχθροὺς ἀλλὰ καὶ υψωθεν ἐν τοῖς ἐλεγχοῖς βάλλοντες αὐτούς. 1158 Ps 121,8.9 Κατὰ θεωρίαν δὲ ὁ ἐκ θεοῦ γεννηθεὶς τῷ ποιεῖν δικαιοσύνην καὶ πιστεύειν οτι ̓Ιησοῦς ἐστιν ὁ Χριστὸς ἀδελφοὺς εχει τοὺς τὰ αὐτὰ ἐνεργοῦντας καὶ πιστεύοντας, πλησίον δὲ τοὺς ὑποδεεστέρους τῇ ποιήσει τῆς δικαιοσύνης καὶ τῇ πίστει ̓Ιησοῦ Χριστοῦ προσερχομένους. Πλὴν ενεκα ἀμφοτέρων τούτων τῶν ταγμάτων τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πλησίον, λέγω περὶ τῆς ἀποδοθείσης ̔Ιερουσαλήμ, εἰρήνην λαλεῖν φησιν, εἰρηνικὴν ειναι εὐχόμενος αὐτῶν τε καὶ τῶν ἀδελφῶν καὶ τῶν πλησίον πατρίδα, ἀλλὰ καὶ ενεκα τοῦ οικου κυρίου τοῦ θεοῦ ἑαυτοῦ ἐκζητεῖν τὰ κυρίως ἀγαθὰ τῇ ̔Ιερουσαλήμ. οικον δὲ κυρίου τοῦ θεοῦ λέγει ἐφ' ον αν ἀναβαίνειν ηρξατο, ενεκα τούτου ζητῶν ἀγαθὰ τῇ ̔Ιερουσαλὴμ τὴν τῶν θείων ἐντολῶν τήρησιν καὶ τῆς ὀρθῆς πίστεως σὺν ἀληθείᾳ κατανόησιν.
1159 Ps 122,2 ∆υνατὸν δούλους εἰς χεῖρας κυρίων τοὺς ὀφθαλμοὺς εχοντας
ἐκλαβεῖν τὰ εθνη τὰ ὑπὸ τοὺς ἀγγέλους οἰκονομούμενα κατὰ τὸ Εστησαν ορια