245
ἐξ ἑαυτῶν οἰόμενοι τοῦτο κατορθοῦν. ἐκ θεοῦ δὲ τοῦτ' εχειν ὁμολογεῖ ὁ φάσκων τῷ κυρίῳ Σὺ εγνως τὴν καθέδραν μου καὶ τὴν εγερσίν μου. δέον δὲ καὶ τὴν χαρὰν εχειν καὶ εὐφροσύνην ἐσθίοντα τὸν στηρίζοντα καρδίαν ἀνθρώπου αρτον· σὺν ὀδύνῃ ἐσθίουσιν αὐτὸν ἐκ λύπης καὶ ἐξ ἀνάγκης, ἀλλ' οὐχ ἱλαρῶς προσερχόμενοι τῇ χρήσει αὐτοῦ. διὸ πάμπαν ἀτελεῖς ουτοι καὶ μάτην πάντα ποιοῦντες. 1170 Ps 126,3 Καὶ ἡ μὲν προτέρα αὐτοῦ κληρονομία ̓Ισραὴλ ἐγενήθη· Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ ̓Ισραήλ· υἱὸς ην πρωτότοκος θεοῦ λέγοντος Υἱὸς πρωτότοκός μου ̓Ισραήλ· εις δὲ υἱὸς οἱ πάντες ἐτύγχανον διὰ τὸ σύμφωνον καὶ ἡνωμένον τῆς γνώμης καθ' ενα νόμον * βιοῦντες. δεύτεροι δὲ μετ' ἐκείνους υἱοὶ περὶ ων ειρηται ὑπὸ τοῦ πατρὸς τῷ σωτῆρι Αιτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι εθνη τὴν κληρονομίαν σου. ἐξ ἀμφοτέρων δὲ τῶν δύο κληρονομιῶν μία γέγονεν, ην δεικνύων ἐν τῷ υἱῷ τὸ πνεῦμά φησιν ̓Ιδοὺ ἡ κληρονομία κυρίου υἱοί, πάντες τὸ πνεῦμα τῆς υἱοθεσίας εχοντες καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ θεοῦ γεγεννημένοι. Μισθὸς δέ ἐστιν αὐτῇ, τοῦ ἐπιδημήσαντος κυρίου τυγχάνοντος καρποῦ τῆς γαστρὸς τῆς παρθένου. ειρηται γοῦν πρὸς αὐτὴν ὑπὸ τῆς ̓Ελισάβετ Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καρπὸς δὲ κοιλίας ὠνόμασται τὸ μὴ ἐξ ἀνδρὸς ειναι ἀλλ' ἐκ μόνης τῆς Μαρίας, πνεύματος ἁγίου ἐπελθόντος αὐτῇ καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιάσης αὐτήν. οἱ γὰρ ἐκ τῶν πατέρων σπορὰν εχοντες ἐκείνων εἰσὶ καρποί· ειρηται γοῦν πρὸς ∆αυὶδ ̓Εκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου, διδάσκοντος αὐτὸν τοῦ λόγου μὴ ἐπιλείψειν τὴν βασιλείαν αὐτοῦ ὡς τὴν τοῦ Σαοὺλ ἀλλ' ἐκ τῆς διαδοχῆς αὐτοῦ ταύτην διευθύνεσθαι. Εἰ δὲ καὶ καρπὸς τῆς γαστρὸς τοῦ πατρὸς δύναται ειναι ὁ υἱὸς ἀκολούθως τῷ ̓Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, συνεπίσκεψαι. 1171 Ps 126,4 Τίς δὲ ὁ δυνατὸς ὁ ἱκανῶς ἐκπέμπων τὰ βέλη ωστε εἰς ἀγάπην σοφίαν τε καὶ ἀλήθειαν τρῶσαι η ὁ σωτήρ, περὶ ου γέγραπται Τὰ βέλη σου ἠκονημένα, δυνατέ; παραπλησίως αὐτῷ τοξεύοντες οἱ υἱοὶ τῶν ἐκτετιναγμένων οἱ ἐκ τῶν ἁγίων ἀνδρῶν γεγεννημένοι. ἐκτετιναγμένοι δὲ ουτοι τυγχάνουσι πᾶσαν κόνιν ὑλικῶν καὶ χοῦν κινήσει λογικῇ ἀποπεμψάμενοι· οθεν καὶ πο * διορατικὴν ψυχὴν προσβάλλειν τῷ εἱρμῷ τῆς ἀκολουθίας τῶν δογμάτων δυναμένην. καὶ διὰ τοῦτο τὴν εἰρήνην ὁρῶσαν προτρεπόμενος ὁ λόγος εἰς τοῦτο παρακαλεῖ λέγων ̓Εκτίναξαι τὸν χοῦν σου, ̔Ιερουσαλήμ. ̓Επειδὴ καὶ πατρίῳ εθει τῶν ̔Εβραίων ἐκτετιναγμένοι καλοῦνται οἱ νέοι καὶ πρὸς πόλεμον δυνατοί, ὡς ἀπὸ τοῦ ̓Εσδρὰ μανθάνομεν, εἰκότως οἱ τὸν νέον ανθρωπον ἐνδυσάμενοι τῷ ἐκτετινάχθαι ἀπ' αὐτῶν τὸν παλαιὸν ανθρωπον αμα ταῖς πράξεσιν αὐτοῦ, μιμηταὶ τοῦ δυνατοῦ γινόμενοι ἐν ταῖς πράξεσιν αὐτῶν σὺν λόγῳ γινομέναις χερσὶν αὐτῶν καλουμέναις, εχουσι τὰ βέλη τοὺς ἠκονημένους λόγους ους βάλλειν οιοί τέ εἰσιν. εχει δὲ τὰ τοῦ ̓Εσδρὰ περὶ ἐκτετιναγμένων ῥητὰ ουτως· Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ημισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ εργον, καὶ ημισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ οἱ θώρακες καὶ οἱ αρχοντες ὀπίσω παντὸς οικου ̓Ιούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, καὶ τὰ ἑξῆς. καὶ διὰ τῶν ἐκκειμένων δηλαδὴ λέξεων μανθάνομεν τοὺς υἱοὺς τῶν ἐκτετιναγμένων ἐν τῷ οἰκοδομεῖν τὸν οικον κυρίου κατέχειν βολίδας καὶ ῥομφαίας καὶ τὰ αλλα οπλα, ὡς μιᾷ μὲν χειρὶ τὸ τῆς οἰκοδομῆς εργον ποιεῖν, τῇ δ' ἑτέρᾳ βάλλειν ταῖς βολίσι τοὺς κωλύειν ἐθέλοντας τὴν κατασκευὴν τοῦ θείου οικου. σπουδὴ γὰρ τοῖς θείοις διδασκάλοις αμα οἰκοδομεῖν θεῷ οικον ἐν ἑκάστῃ τῶν παιδευομένων ψυχῇ καὶ καταπολεμεῖν λογισμοὺς καὶ πονηρὰς δυνάμεις ἐμποδίζειν πειρωμένας τὴν αυξησιν τῆς οἰκοδομῆς. 1172 Ps 126,5 Μακαρίζει τὸν διὰ τὸ τετηρηκέναι τὸ κατ' εἰκόνα τοῦ θεοῦ μένοντα ανθρωπον ἐπὶ τῷ τὴν ἐπιθυμίαν αὐτοῦ πεπληρωκέναι ἐκ τῶν βελῶν τοῦ δυνατοῦ. τρωθεὶς γὰρ εἰς ἐπιθυμίαν τῶν ἀγαθῶν ὑπ' αὐτῶν μακάριος ἀποδέδεικται. οθεν καὶ ἀκαταίσχυντον εχων