1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

246

παρρησίαν ἐν πύλῃ τῇ τῶν ὠφελίμων εἰσαγωγῇ λαλῶν οὐ καταισχύνεται ὑπὸ τῶν ἐχθρῶν, οιτινες κωλυταὶ τῆς πληρώσεως τῆς ἐπιθυμίας καὶ τῆς οἰκοδομῆς ἐσπούδαζον ειναι. οὐ θαυμαστὸν δὲ εἰ ἑνικῶς μακαρίσας ανθρωπον· πληθυντικῶς ειπε μὴ καταισχυνθήσεσθαι τοὺς λαλοῦντας ἐν πύλῃ· οὐ γὰρ περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς τοῦ πληρώσαντος τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ τῶν βελῶν ὁ λόγος.

1173 Ps 127,2 Καὶ αλλως δ' αν ειποις τρέφειν ψυχὴν αὐτὴν τὴν ἀρετήν,

ωστε ειναι αὐτοὺς τοὺς κατὰ θεὸν καμάτους τροφίμους καὶ εὐφραντικοὺς ψυχῆς. ὁ μὲν ουν φοβούμενος τὸν κύριον τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἐσθίει, ὁ δὲ ἀγαπῶν αὐτὸν ὡς ηδη τέλειος τὸν ζῶντα φάγεται αρτον τὸν ἐπουράνιον κατὰ τὸ Μακάριος ος φάγεται αρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καρποὺς δέ φησιν ἐνταῦθα τὰς χεῖρας, ινα ειπῃ Τοὺς πόνους τῶν χειρῶν σου φάγεται, τουτέστι τῶν πρακτικῶν δυνάμεων. 1174 Ps 127,3 Προχείρως μέν ἐστι καὶ περὶ πόδα τὴν λέξιν ἐξομαλίζοντα ταύτας δίδοσθαι τὰς ἐπαγγελίας τῷ φοβουμένῳ τὸν κύριον, ὡς αν ετι ἀτελεῖ, ἀλλ' οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ολης καρδίας καὶ ἐξ ολης ψυχῆς καὶ δυνάμεως· ̓Οφθαλμὸς γὰρ οὐκ ειδε καὶ ους οὐκ ηκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τῷ δὲ φοβουμένῳ τὸν κύριον δῶρον θεοῦ δίδοται κοινωνός τις καὶ σύζυγος, οὐχ ἡ τυχοῦσα γυνὴ ἀλλ' ἡ τῇ ἀληθινῇ ἀμπέλῳ παρεικασμένη, ωστ' αν εἰρῆσθαι περὶ αὐτῆς Γυνὴ ἀγαθὴ μέρις ἀγαθή, καὶ Γυναῖκα ἀνδρείαν τίς αν εὑρήσῃ; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. ὡς εμπαλιν ἐκ τοῦ ἐναντίου πονηρὰ καὶ τὸν τρόπον ὀργαλέα σύζυγος ὀργὴ αν ειη θεοῦ, ουτω καὶ υἱοὶ ἐκ θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν κύριον οὐχ ομοιοι τοῖς πολλοῖς υἱοῖς ἀλλ' οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ. νοήσεις δὲ καὶ τούτους ἀπὸ τοῦ τελείου τοῦ λέγοντος ̓Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οικῳ τοῦ θεοῦ. τῆς γὰρ τοιαύτης ἐλαίας τὰ γεννήματα ὡς νεόφυτα ἐλαιῶν ειναι λέγεται. Εἰ δέ τις μὴ φοβουμένους τὸν κύριόν φησι πολλάκις ἐν περιουσίᾳ τέκνων ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικός, ἀλλ' ἐροῦμεν οτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ολον αὐτὸ τοῦτο τὴν ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δ' ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν. 1175 Ps 127,4 ̓Απεντεῦθεν μακάριος ει ὁ φοβούμενος τὸν κύριον, ἐπεὶ ἡ συνοῦσά σοι γυνὴ οἰστική ἐστι καρπῶν εὐφραινόντων τυγχάνουσα αμπελος. ἀλλὰ καὶ τὰ γενήματά σου οὐκ ἀσθενῆ οὐ θήλεα ἀλλ' ευτονοι υἱοὶ περὶ τὴν σὴν τράπεζαν οντες δίκην νεοφύτων ἐλαιῶν τὴν τροφὴν τοῦ φωτὸς καρποφορούντων. πλήρης δὲ πάντων τῶν τὸν νοῦν καὶ τὴν ψυχὴν τρεφόντων ἡ νοητὴ τράπεζά σου ὑπάρχει. Ισθι δὲ ἐν τούτοις γεγονὼς ὑπὸ κυρίου εὐλογίαν εχειν ην οὐκ αλλος η ὁ εὐλαβὴς παρὰ κυρίου λήψεται. δηλοῦται δὲ διὰ τοῦ Ανθρωπος καὶ πᾶς ανθρωπος. διὸ οὐ περὶ αἰσθητῆς γυναικὸς καὶ σωματικῶν τέκνων ἐκλαβεῖν προσήκει τὰ προκείμενα, πολλῶν τὸν θεοῦ φόβον κεκτημένων ουτε γυναῖκα ουτε τέκνα ἐσχηκότων. εἰ τοίνυν τὰ τῆς λέξεως οὐ καθόλου, τὸ πνευματικὸν τῶν ἐκκειμένων ζητητέον παντὶ εὐλαβεῖ ὑπάρχοντι.

1176 Ps 128,1-4 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ουτως· οἱ μιᾷ προσβολῇ

πολεμίων ἁλισκόμενοι οὐ λέγοιεν τοῦτο, ἀλλὰ μόνος ὁ ἐκ νέου μέχρι γήρως εἰς φυγὴν τοὺς πολεμίους τρέπων ἀεὶ νικητὴς καὶ τροπαιοῦχος αὐτῶν γινόμενος. ἀπόδειξιν δὲ τοῦ πλεονάκις αὐτοὺς πεπολεμηκέναι ἐπήγαγε τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ειχον γὰρ τὸν κύριον τὸν συντρίβοντα πολεμίους ἐνδυναμοῦντά με. Τῶν δὲ μετὰ παρρησίας ἀπαγγελλομένων οὐ τὸν τυχόντα ἀλλὰ τὸν ὁρῶντα θεὸν νοῦν μάρτυρα καλεῖ. καὶ τὸ ̓Εκ νεότητός μου προσκείμενον δείκνυσιν οτι ἐκ νέων