246
οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ' ἔστη, καὶ εἵλετο ἀποθανεῖν. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τίθημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦθεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου. 59.329 πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Καὶ πάλιν ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγκαλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ' οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, κεχωρισμένην τινὰ γνῶσιν λέγων, καὶ τοιαύτην, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τίθημι τὴν ψυχήν μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον, ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον. ∆ιὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι. βʹ. ∆ιὰ τοῦτο καὶ εὐκαίρως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον. Καὶ γὰρ καὶ ἄλλα πρόβατα ἔχω, φησὶν, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν. Ἰδοὺ πάλιν τὸ, ∆εῖ, ῥῆμα κείμενον, οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν· ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε, εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι, καὶ τὰ πρόβατα τῆς φωνῆς μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦντα, καὶ τῆς φωνῆς μου ἀκούοντα, τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει, Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον, καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. ∆είκνυσιν ἀμφοτέρους ἐσκορπισμένους καὶ μεμιγμένους καὶ ποιμένας οὐκ ἔχοντας, κἀκείνους καὶ τούτους, οὔπω τοῦ καλοῦ παραγενο 59.330 μένου ποιμένος. Εἶτα καὶ τὴν μέλλουσαν αὐτῶν προαναφωνεῖ συνάφειαν, ὅτι Ἔσονται μία ποίμνη. Ὅπερ καὶ αὐτὸ πάλιν ὁ Παῦλος ἐδήλωσεν εἰπών· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. ∆ιὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Καὶ τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ' ἂν, εἴ γε δι' ἡμᾶς ὁ