1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

247

καὶ ηδη βιασάμενος εἰπεῖν μητρόθεν κατὰ θεοσέβειαν ἀναγόμενος διάβολον καὶ τοὺς συμμάχους καὶ δορυφόρους αὐτοῦ ἀντιπαρατεταγμένους καὶ προσπολεμοῦντας εχων οὐδὲ κατὰ ποσὸν ἡττήθη πρὸς αὐτῶν. τὸ ἰσχυρὸς καὶ ὑπὸ Χριστοῦ ἐνδυναμούμενος ειναι δηλοῦν δύναται τὸ ̓Εκ νεότητός μου, ἐξ ου ἀπεδυσάμην τὸ γῆρας, τὸν παλαιὸν ανθρωπον αμα ταῖς πράξεσιν αὐτοῦ ἀποβεβληκώς· ἐνδυσάμενος τὸν νέον ανθρωπον πρὸς τῶν εἰρημένων ἐχθρῶν πολεμούμενος οὐδεπώποτε ἀνετράπην ὑπ' αὐτῶν, ἀδιαστάτως καὶ συνεχῶς νικῶν καὶ τροπούμενος αὐτοὺς ἐπὶ μάρτυρι τῷ ̓Ισραήλ. καύχημα δὲ οὐ μικρὸν τὸ ὑπὸ διαβόλου καὶ τῶν ἀμφ' αὐτὸν πολεμεῖσθαι, τῶν φαύλων τοῦτ' οὐκ ἐχόντων· εἰσὶ γὰρ αὐτοῦ φίλοι καὶ ὑπήκοοι. πᾶς δὲ καὶ μόνος ἐρεῖ τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι ὁ ἐξουσίαν ὑπὸ θεοῦ λόγου λαβὼν πατεῖν ἐπάνω οφεων καὶ σκορπίων καὶ καταπατεῖν λέοντα καὶ δράκοντα. πάντων γὰρ περιγενόμενος τῶν τοιούτων, συντρίβοντος τοῦ θεοῦ τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐρεῖ Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ἐγὼ δ' ἠδυνήθην κατ' αὐτῶν ὑπὸ κυρίου ἐνδυναμούμενος. ̓Επὶ τῶν νώτων μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. ἐπιζήμιον καὶ πάνυ ἐπισφαλὲς εἰς πρόσωπον τοὺς πολεμίους εχειν κατὰ διάνοιαν ἱκανῶς εχοντας καὶ διὰ μόνου τοῦ βλέπεσθαι καὶ ολως εἰς αισθησιν ερχεσθαι βλάπτειν καὶ ἀναιρεῖν τοὺς ὁποσοῦν ᾐσθημένους αὐτῶν· οθεν ἀποστρέφεσθαι αὐτοὺς ἀεὶ προσήκει εἰς νῶτον αὐτοὺς βάλλοντα. ὁ γὰρ σπεύδων πρὸς θεὸν καὶ τὴν ἀρετὴν τὴν κακίαν ἀποστρέφεται. εἰ γὰρ ἐπὶ τοῦ προσώπου καὶ τῶν αλλων εμπροσθεν ἐτέκταινον οἱ ἁμαρτωλοί, εβλαψαν αν τὴν καρδίαν, καιρίως αὐτὴν πονηροῖς λογισμοῖς βάλλοντες καὶ τὴν οψιν διὰ θεαμάτων ὀλεθρίων καὶ τὰς λοιπὰς αἰσθήσεις βλάπτοντες διὰ τῶν οἰκείων αὐταῖς αἰσθητῶν. εχει δὲ ὀπίσω τοὺς ἁμαρτωλοὺς ὁ τῶν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ εμπροσθεν ἐπεκτεινόμενος καὶ ὀπίσω κυρίου τοῦ θεοῦ πορευόμενος· ὁ δὲ ἀκολουθῶν τοῖς ἑρμηνευθεῖσιν ἁμαρτωλοῖς τὸν κύριον ἀποστρέφεται, ὡς θεὸν εἰπεῖν Εστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν· μισήσας γὰρ εκαστος αὐτῶν παιδείαν ἐξέβαλε τοὺς λόγους μου εἰς τὰ ὀπίσω, ἀκολουθῶν τοῖς ἐρασταῖς τῆς καρδίας αὐτοῦ δαίμοσιν. ∆ηλοῖ δὲ τὴν ἐπίμονον κακίαν τῶν ἐπὶ τοῦ νώτου τῶν δικαίων τεκταινόντων ἁμαρτωλῶν τὸ ̓Εμάκρυναν τὴν ἀνομίαν αὐτῶν. σειρᾶς γὰρ δίκην τὰ ἁμαρτήματα πλέκοντες τῷ τοῖς προλαβοῦσιν ετερα προσλαμβάνειν μακρύνουσι τὴν ἀνομίαν αὐτῶν. ταλανίζων τοὺς τοιούτους ὁ λόγος ειπεν Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγῷ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. ἀδικίαν γὰρ αἱ χεῖρες αὐτῶν συμπλέκουσι καὶ ὡς προστιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις μακρύνουσι τὴν ἀνομίαν ἑαυτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. συγκόπτει τὸν αὐχένα ον οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ ὁ δίκαιος κύριος. χρηστῇ δὲ προσθέσει τοῦτο ποιεῖ, οπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν ὑποταγῶσι τῷ κυρίῳ ῳ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστί. 1177 Ps 128,5-8 Καὶ οἱ τοῦ κόσμου δὲ σοφοὶ καὶ αὐτοὶ χόρτος εἰσὶ τῷ καὶ αὐτῶν τὴν ἐπαγγελίαν μέχρι τῆς παρούσης ζωῆς ειναι καὶ χόρτος δωμάτων τῷ δῆθεν δι' ων πράττουσι καὶ φρονοῦσι τὴν τῆς ἀνθρωπίνης ζωῆς οικησιν ὑπερβεβηκέναι. διὸ καὶ εὐξήραντος χόρτος ἐστίν, ουτ' εἰς χέρσον (τουτέστι τὰ αἰσθητά) τὰς ῥίζας βάλλοντες, ουτ' αυ ἀντὶ χόρτου νοητὴ φυτεία σπεύσαντες ειναι. οθεν πρὶν ἐκσπασθῆναι ξηραίνονται, οὐ πληροῦντος τὰς χεῖρας τοῦ θερίζοντος τούτου τοῦ χόρτου, δι' ην εχουσιν ἀπιστίαν· Οὐκ ἀναστήσονται γὰρ οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ ̔Ο μὴ πιστεύων ηδη κέκριται. Οὐ μόνον δὲ χεῖρας ἀλλὰ οὐδὲ τὸν κόλπον ἑαυτοῦ πληρώσει τούτου τοῦ χόρτου ὁ θερίζων τῷ μὴ παραλαμβάνεσθαι αὐτοὺς πρῶτον μὲν εἰς κόλπον ̓Αβραάμ, ειθ' ἑξῆς εἰς κόλπους τοῦ θερίζοντος ἀγγέλου· τοὺς γὰρ θεριστὰς ἀγγέλους ἡρμήνευσεν ὁ