247
∆εσπότης ἀγαπᾶσθαι μέλλει ὁ ἡμέτερος, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει; Τί οὖν, εἰπέ μοι; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς γεγόναμεν τῆς ἀγάπης αὐτῷ αἴτιοι; Ὁρᾷς πῶς κέχρηται τῇ συγκαταβάσει; Τί οὖν ἐνταῦθα κατασκευάσαι βούλεται; Ἐπειδὴ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς καὶ πλάνον, καὶ ἐπὶ λύμῃ ἥκειν αὐτὸν καὶ ἀπωλείᾳ, λέγει· Καὶ εἰ μηδὲν ἄλλο, τοῦτο γοῦν με ἔπειθεν ἀγαπᾷν ὑμᾶς, τὸ οὕτω ὑμᾶς ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς ὡς ἐμέ· καὶ διὰ τοῦτο ἀγαπᾶσθαι παρ' αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Καὶ μετὰ τούτου δὲ καὶ ἐκεῖνο κατασκευάσαι βούλεται, ὅτι τε οὐκ ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται (εἰ γὰρ ἄκων, πῶς ἀγάπης ἦν ποιητικὸν τὸ γινόμενον;), καὶ ὅτι καὶ τῷ Πατρὶ μεθ' ὑπερβολῆς τοῦτο δοκεῖ. Εἰ δὲ ὡς ἄνθρωπος τοῦτο διαλέγεται, μὴ θαυμάσῃς· πολλάκις γὰρ τὴν ὑπὲρ τούτων εἰρήκαμεν αἰτίαν, καὶ πάλιν τὰ αὐτὰ λέγειν περιττὸν καὶ ἐπαχθές. Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν· καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἐπειδὴ γὰρ πολλάκις ἐβουλεύοντο αὐτὸν ἀνελεῖν, λέγει, ὅτι Μὴ βουλομένου ἐμοῦ, ἀνόνητος ὑμῖν ἐστιν ὁ πόνος· καὶ ἐκ τοῦ προτέρου τὸ δεύτερον κατασκευάζει, ἀπὸ τοῦ θανάτου τὴν ἀνάστασιν. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ παράδοξον. Καὶ γὰρ ἀμφότερα καινῶς γέγονε, καὶ ὑπὲρ τὴν κοινὴν συνήθειαν. Προσέχωμεν δὲ μετὰ ἀκριβείας τῷ λεγομένῳ· Ἐξουσίαν ἔχω θεῖναι, φησὶ, τὴν ψυχήν μου. Καὶ τίς οὐκ ἔχει ἐξουσίαν θεῖναι τὴν ψυχὴν τὴν ἑαυτοῦ; Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν. Ἀλλ' οὐχ οὕτω φησίν· ἀλλὰ πῶς; Οὕτως ἐξουσίαν ἔχω θεῖναι, ὡς μηδένα δυνηθῆναι ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι, ἀλλ' ἀναιροῦντες ἑαυτούς. Εἰ δὲ ἐμπίπτοιμεν εἰς ἐπιβουλεύοντάς τινας καὶ κυρίους ἀνελεῖν, οὐκ ἔτι ἔχομεν ἐξουσίαν τοῦ θεῖναι καὶ μὴ, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἐκεῖνοι αὐτὴν ἀναιροῦσιν. Ἐπ' αὐτοῦ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἑτέρων ἐπιβουλευόντων κύριος ἦν αὐτὸς μὴ θεῖναι αὐτήν. Εἰπὼν οὖν, ὅτι Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ, τότε ἐπήγαγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· τουτέστιν, Ἐγὼ μόνος εἰμὶ κύριος τοῦ θεῖναι αὐτήν· ὅπερ ἐφ' ὑμῶν οὐκ ἔστι. Καὶ γὰρ καὶ ἄλλοι πολλοὶ κύριοί εἰσι τοῦ λαβεῖν αὐτὴν ἀφ' ἡμῶν. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀρχὴν οὐκ εἶπεν· οὐδὲ γὰρ ἔμελλεν ὁ λόγος ἀξιόπιστος εἶναι· ἀλλ' ὅτε τὴν ἀπὸ τῶν πραγμάτων ἔλαβε μαρτυρίαν, καὶ πολλάκις ἐπιβουλεύσαντες οὐκ ἴσχυσαν αὐτὸν κατασχεῖν (καὶ γὰρ ἐξῆλθεν ἐκ τῶν χειρῶν αὐτῶν μυριάκις)· τότε λοιπόν φησιν, Οὐδεὶς αὐτὴν αἴρει ἀπ' ἐμοῦ. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ἕπεται, τὸ ἑκόντα ἐπὶ τοῦτο ἔρχεσθαι. Τούτου δὲ ὄντος ἀληθοῦς, κἀκεῖνο συνέστηκε, τὸ ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὴν, δυνηθῆναι πάλιν. Εἰ γὰρ τὸ ἀποθανεῖν μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μηδὲ περὶ ἐκείνου λοιπὸν ἀμφίβαλλε. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν αὐτὴν κύριον ὄντα ἀπὸ τῆς αὐτῆς 59.331 ἐξουσίας. Ὁρᾷς πῶς ἀπὸ τοῦ προτέρου τὸ δεύτερον κατεσκεύασε, καὶ ἀπὸ τοῦ θανάτου καὶ τὴν ἀνάστασιν ἔδειξεν ἀναμφισβήτητον; Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός. Ποίαν δὴ ταύτην; Τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἆρ' οὖν ἀνέμεινεν ἀκοῦσαι πρότερον, καὶ τότε εἵλετο, καὶ ἐδέησεν αὐτὸ μαθεῖν; Καὶ τίς ἂν τοῦτο νοῦν ἔχων εἴποι; Ἀλλ' ὥσπερ ἀνωτέρω εἰπὼν, ∆ιὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, τὴν ἑκούσιον ἐδήλωσεν ὁρμὴν, καὶ τὴν τῆς ἐναντιότητος ἀνεῖλεν ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθα ἐντολὴν εἰληφέναι παρὰ τοῦ Πατρὸς εἰπὼν, οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο, ὃ ἐγὼ ποιῶ· ἵν' ὅταν αὐτὸν ἀνέλωσι, μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι, μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· καὶ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ. γʹ. Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν