248
σωτὴρ ὁ θεριστὴς φάσκων ἐν τῷ προφήτῃ ∆ιὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. αὐτὸς γοῦν καὶ διακαθαριεῖ τὴν αλωνα αὐτοῦ, εχων τὸ πτύον ἐν τῇ χειρὶ ἐπὶ τῷ τὸν σῖτον εἰς ἀποθήκην συνάξαι, τὸ δὲ αχυρον κατακαῦσαι πυρὶ ἀσβέστῳ. Τίνες δὲ οντες οἱ μισοῦντες Σιών; οὐ χόρτος ἀλλ' ὡσεὶ χόρτος γίνονται η ζιζάνια ἐπισπαρέντα τῷ καλῷ σπέρματι ὑπὸ τοῦ πονηροῦ καὶ κατακαιόμενα ἐν τῷ μέλλοντι αἰῶνι ἐν καιρῷ θερισμοῦ. ζιζάνια γὰρ οἱ αἱρετικοί, χόρτος δὲ δωμάτων οἱ ὑπερπηδήσαντες δῆθεν τὴν ἀνθρωπίνην πολιτείαν τοῦ κόσμου σοφοί, πρὸς ους ὁ λόγος Ινα τί ἀνέβητε πάντες εἰς δώματα μάταια; οἱ μέντοι τῆς Σιὼν πολῖται οντες ἐπὶ δώματος μὴ καταβαινέτωσαν αραι τὰ ἐκ τῆς οἰκίας, ἀλλὰ καὶ ο ηκουσαν εἰς τὸ ους κηρυξάτωσαν ἐπὶ τῶν δωμάτων, ινα καὶ σπέρμα καλὸν διαμείναντες καρποφορήσωσιν ἐπὶ τῷ συγκομισθῆναι ὑπὸ τοῦ τὰ τοιαῦτα δράγματα συνάγοντος εἰς τὴν αλω τῆς σωτηρίας. Καὶ οὐκ ειπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. οἱ ἀποδοθέντες ἑτερόδοξοι μισοῦντες τὴν Σιὼν καὶ οἱ ἑρμηνευόμενοι τοῦ κόσμου σοφοὶ δωμάτων χόρτος, ἐπεὶ τὴν ἐπαγγελίαν τοῦ βίου καὶ τοῦ φρονήματος μέχρι τῶν προσκαίρων καὶ παρερχομένων εσχον, παράγοντες ειρηνται. ουτοι δὲ ἀπηνεῖς καὶ ὑπερήφανοι φιλαδελφίαν καὶ ἀγαπητικὴν διάθεσιν οὐδ' ολως εχοντες, μόνους ἑαυτοὺς δοκοῦντες ειναι μεγάλους καὶ θεοῦ φίλους, οὐδενὶ προσφωνοῦσιν εὐλογίαν· οθεν περὶ αὐτῶν ειρηται Καὶ οὐκ ειπαν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, οὐδένα τῶν αλλων παρὰ σφᾶς τευξόμενον εὐλογίας παρὰ κυρίου λέγοντες. ομως δὲ εἰ καὶ ἐκεῖνοι οὐδενὶ προσφωνοῦσιν εὐλογίαν, ἀλλ' ουν ἡμεῖς οἱ τὸ ονομα κυρίου εὐλογοῦντες φιλεταιρίᾳ προστιθέμενοι προσφωνοῦμεν εὐλογίαν πᾶσι τοῖς πρὸς ους ὁ λόγος ἡμῖν. ∆υνατὸν ἐκλαβεῖν ἀμφότερα τὰ ἡμιστίχια ὡς λεγόμενα πρὸς τῶν παραγόντων, ιν' ἀμφοτέρων ῃ προτεταγμένον τὸ Οὐκ ειπαν· οὐκ ειπαν γὰρ οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, ἀλλ' οὐδὲ ειπαν Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου.
1178 Ps 129,1.2 ̔Ο εἰς βάθη κακίας καὶ δυσσεβείας πεσὼν κατὰ τὸ ̓Εὰν ελθῃ
ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐν συναισθήσει γενόμενος οι κακῶν ἐστι, φθάσας εἰς τὰ βάθη τῆς κυμαινομένης τοῦ βίου θαλάσσης ἐξ ἰδίας ῥαθυμίας δέεται τοῦ ἐκεῖθεν ἀνάγοντος· ἀλλὰ μηδένα εὑρὼν δυνάμενον βοηθῆσαι κράζει πρὸς θεόν. μετὰ τοῦ ὁμολογεῖν ποῦ πεσὼν εφθασε, καί φησιν ̓Εκ βαθέων ἐκέκραξά σε, κύριε· κύριε, εἰσάκουσον τῆς φωνῆς μου· εἰσακούσας γὰρ ἀνάξεις με ἐξ αὐτοῦ τοῦ βυθοῦ τῆς κακίας καὶ τοῦ βαθυτάτου ᾳδου. συνᾴδει ταύτῃ τῇ ἐκδοχῇ τὰ μεθ' ετερα λεγόμενα ὑπ' αὐτοῦ ἐν τῷ ̓Εὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; ∆υνατὸν καὶ πάντα τὸν ἐν τῷ περιγείῳ τόπῳ μετὰ ἀνθρωπίνης πολιτείας διατρίβοντα ταύτην ἀναπέμπειν τὴν εὐχὴν αἰσθανόμενον ἑαυτῷ πάνυ κάτω που οντα οὐρανοῦ τε καὶ θεοῦ· Οὐρανὸς γὰρ ὑψηλὸς γῆ τε βαθεῖα. ∆υνατὸν καὶ αγιον ειναι τὸν εὐχόμενον κατὰ τὰ προαποδοθέντα. ουτος δὲ οὐ περὶ μικρῶν καὶ ἐπιγείων ἀλλὰ μεγάλων καὶ ἐπουρανίων τὴν εὐχὴν ἀναπέμπει. οὐκ ἐκ ψυχικῆς περὶ αὐτῶν διαλήψεως τὴν εὐχὴν ἀναπέμπει πρὸς θεὸν αἰτούμενος αὐτά. ἀλλὰ φωτιζόμενος ὑπὸ τοῦ πνεύματος τοῦ πάντα ἐρευνῶντος καὶ τὰ βάθη τοῦ θεοῦ γνώσει καὶ θεωρίᾳ· ἑπόμενος τῷ ἐξερευνῶντι αὐτὰ πνεύματι ἐξ αὐτῶν τῶν βαθέων τούτων α δεῖ θεὸν αἰτεῖν κράζει πρὸς αὐτὸν, εἰσακουσθῆναι τὴν φωνὴν αὐτοῦ ἀξιῶν. ἐκ τούτων δὲ τῶν βαθέων κράζει ὁ μηδὲν αἰσθητὸν ἀλλὰ πάντα νοητὰ καὶ αὐτὸ τὸ αγιον πνεῦμα αἰτούμενος λαβεῖν. Ισον δὲ δύναται τὸ Γενηθήτω τὰ ωτά σου προσέχοντα τῷ Κλῖνον πρός με τὸ ους σου. ἐπεὶ οὐ φθάνει ἡ ἡμετέρα φωνὴ εἰς τὰ ὑψηλά, καὶ μακρὰν τυγχάνοντα διαφορᾷ φύσεως Ωτά σου. καὶ ἐντεῦθεν δὲ μανθάνομεν ἐπιστήσαντες μὴ ἀεὶ οὐσίωσιν ἀλλὰ καὶ σχέσιν τινὰ σημαίνειν τὸ Γενηθήτω. οὐ γὰρ