1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

249

ἁπλῶς γενέσθαι τὰ ωτα τοῦ θεοῦ ἀλλ' αὐτῷ προσέχοντα γενέσθαι ἀξιοῖ. τούτοις ἑπομένως νοεῖν δεῖ καὶ τὸ περὶ Χριστοῦ εἰρημένον Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, καὶ Οτι κύριον καὶ χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, καὶ οσα τοιαῦτα. 1179 Ps 129,3.4 ̓Επεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ὁ ἱλασκόμενος καὶ ἀφεὶς τὰς ἁμαρτίας σωτήρ, μὴ παρατήρου ἐξετάζων ἀνομίας· εἰ γὰρ τοῦτο ποιήσειας, οὐδεὶς ὑποστήσεται· Πάντες γὰρ ἐξέκλιναν, πάντες ημαρτον. διὸ μηδενὸς ὑφισταμένου τὴν παρὰ σοῦ κρίσιν, χρεία τοῦ παρὰ σοῦ ἱλασμοῦ ἱλασκομένου τῆς πάντων ενεκα σωτηρίας. οτι δὲ ἱλασμὸς ὁ σωτήρ, ̓Ιωάννης γράφει Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον εχομεν πρὸς τὸν πατέρα, κύριον ̓Ιησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ολου τοῦ κόσμου. ἀλλὰ καὶ Παῦλος Πάντες γὰρ ημαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ ̓Ιησοῦ, ον προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αιματι, καὶ τὰ ἑξῆς. τούτου τοῦ ἱλαστηρίου σύμβολον ἐν τῷ νόμῳ κατεσκευάσθη, περὶ ου καὶ νῦν ὁ εὐχόμενος τῷ θεῷ φησιν Οτι παρὰ σοῦ ὁ ἱλασμός ἐστι· παρὰ σοῦ ὡς ἐκ μόνου ἀγαθοῦ πατρὸς γέννημα ἱλασμός ἐστιν. οὐ πᾶσα λογικὴ δέεται κτίσις, οὐχ ὑποστησομένου τινὸς θεοῦ παρατηρησομένου τὰς ἀνομίας ἑκάστου τῶν πεποιηκότων. 1180 Ps 129,6-8 ̓Αεὶ καὶ κατὰ πάντα καιρὸν ἐλπίζειν ἐπὶ τὸν κύριον δεῖ, οὐ μόνον οτε προσηνῆ ἀλλὰ καὶ οτε σκυθρωπὰ περιεστηκότα. ἀπὸ φυλακῆς γοῦν πρωϊνῆς οτε λαμπρὰ τὰ παρόντα καὶ μέχρι νυκτὸς οτε ἀηδῆ καὶ ζοφώτερα τὰ περιεστηκότα καὶ ετι ἀπὸ φυλακῆς πρωΐας ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς καὶ ἀρχὴν ἡμέρας νοητῆς ποιοῦντος ὁ διορατικὸς νοῦς, ̓Ισραὴλ καλούμενος ̔Εβραίων φωνῇ, ἐλπισάτω ἐπὶ τὸν κύριον, προσθήκην τῶν φαιδρῶν καὶ ἀπαλλαγὴν τῶν σκυθρωπῶν προσδοκῶν παρ' αὐτοῦ, οτι παρ' αὐτῷ ὡς ἐν πηγῇ καὶ παρ' αὐτοῦ τὸ ελεος ου χρῄζουσιν οἱ ἐλπίζοντες ἐπ' αὐτόν· ἀλλὰ καὶ πολλὴ παρ' αὐτοῦ λύτρωσις τοῦ παρὰ τοῦ ἱλασμοῦ οὐχ ἑτέρα ουσα· οθεν αὐτὸς ἐκ πασῶν τῶν ἀνομιῶν λυτρώσεται αὐτὸν ὁ κύριος. εἰ γὰρ καὶ πολλαὶ αἱ τοῦ ̓Ισραὴλ ἀνομίαι, ἀλλ' ἐκ πασῶν αὐτὸν λυτρώσεται.

1181 Ps 131,1 Ὁ ∆αυὶδ πραΰτητα κατορθώσας λέγει τὰ προκείμενα· μνησθεὶς

γάρ μου, φησίν, ἐπὶ τούτοις δώσεις μοι κληρονομίαν τὴν τῶν πραέων γῆν. 1182 Ps 131,9.10a Καὶ οἱ σὺν τούτοις δὲ τοῖς ἱερεῦσιν οσιοι οὐχ ὡς ετυχεν ἀλλ' ἀγαλλιάσει ἀγαλλιάσονται, μόνου τοῦ τελείου καὶ ἀπὸ εξεως ἀγαλλιῶντος ἀπὸ ἀγαλλιάσεως τῆς τελειωτάτης τοῦτ' εχοντος. ἐνδέχεται δὲ τὸν ἱερέα καὶ οσιον ειναι τὸν αὐτόν, ὡς τῇ ὑποστάσει μὲν ενα ειναι τὸν ὑποκείμενον, διαλλάττοντα δὲ ταῖς σχέσεσι καθ' ας ἱερεὺς καὶ οσιος θεοῦ ἐστι. τίς δὲ αὐτοῖς αιτιος τοῦ ἐνδύσασθαι δικαιοσύνην καὶ ἀγαλλιάσει ἀγαλλιάσασθαι η ὁ τῇ χειρὶ ἱκανὸς ∆αυὶδ αγιος ὑπάρχων; οθεν ἐπενήνεκται τὸ Ενεκεν ∆αυὶδ τοῦ δούλου σου. ὁ γὰρ ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα γεγονὼς θεοῦ δοῦλός ἐστι, λαβὼν τὴν τοῦ δούλου μορφήν, οτε ἐκένωσεν ἑαυτόν. 1183 Ps 131,10b Νοήσεις καὶ ουτως· προθέμενος τῇ χάριτι τῇ σῇ ἐπιλάμψαι ἀνθρώποις τὸ πρόσωπον τοῦ χριστοῦ σου, ω δέσποτα, μὴ ἀποστρέψῃς αὐτό, ωστε ἀφαντάστους αὐτοὺς διαμεῖναι ἐκ τῆς ἐπιφανείας αὐτοῦ ὠφεληθησομένους. Τὴν δὲ αἰτίαν δι' ην πάντως εκλαμψις εσται ἐπήνεγκεν εἰπὼν Ωμοσε κύριος τῷ ∆αυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. 1184 Ps 131,11 Τὸ πάντως εσται, ην ωμοσε τῷ ∆αυὶδ ἀλήθειαν, περὶ τῆς ἐπιδημίας τοῦ κυρίου, ος καρπὸς τῆς κοιλίας τοῦ ∆αυίδ ἐστι καθήσειν ἐπὶ θρόνου αὐτοῦ. ὀμωμοκὼς πληρώσει· ἀλήθεια γὰρ θεοῦ ορκος κατὰ τὸ λεχθὲν ὑπὸ Γαβριὴλ πρὸς τὴν Μαριὰμ περὶ τοῦ ἐκ ∆αυὶδ γενεαλογουμένου Καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οικον ̓Ιακὼβ εἰς τοὺς αἰῶνας. 1185 Ps 131,13.14 Εἰ τὴν ἐπίγειον Σιὼν λαμβάνοι τις,