1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

250

πῶς νοῆσαι δύναιτο Αυτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, παρερχομένης ἐπὶ τέλει τούτου τοῦ αἰῶνος, οταν παρέρχηται ὁ οὐρανὸς καὶ ἡ γῆ; εἰ γὰρ πᾶσα ἡ γῆ παρέρχεται, καὶ ἡ Σιὼν ἡ ἐπὶ γῆς τυγχάνουσα παρελεύσεται. περὶ αρα τῆς πνευματικῆς Σιὼν τὰ προκείμενα, περὶ ης γέγραπται Ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. αυτη δέ ἐστιν ἡ ἁγιωτάτη ἐκκλησία ην καὶ ᾑρετίσατο εχειν εἰς κατοικίαν ἑαυτῷ ὁ εἰπὼν Ωδε κατοικήσω, οτι ᾑρετισάμην αὐτήν. 1186 Ps 131,15-18 Αλλος ἀντὶ τοῦ Τὴν θήραν Τὴν χήραν ἐξέδωκε καί φησι· Τὴν ἀπροστασίαστον καὶ ανδρα κηδεμόνα οὐκ εχουσαν εὐλογήσω αμα τοῖς πτωχοῖς οις εἰς πλησμονὴν αρτους παρέχων λέγει Τοὺς πτωχοὺς αὐτῆς ἐμπλήσω αρτων, ἐπείπερ εκαστος τῶν τοιούτων πτωχῶν δικαίου σπέρμα τυγχάνων οὐκ ἐλαττοῦται αρτοις. Φέρεται δὲ ἐν ἀντιγράφοις Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. εὐλογουμένη δὲ εὐλογίᾳ κυρίου θήρα ην θηρεύουσιν ἐπὶ παντὸς ορους ὑψηλοῦ καὶ ἐν ταῖς τρυμαλίαις τῶν πετρῶν οἱ ἀποστελλόμενοι ὑπὸ κυρίου ἁλιεῖς καὶ θηρευταί, ων σύμβολον φέρουσιν οἱ τὴν κώμην τῶν θηρευτῶν οἰκοῦντες ̓Ανδρέας Πέτρος Φίλιππος· ουτοι γὰρ πάντες τὴν Βηθσαϊδὰ οἰκοῦσι μεταλαμβανομένην εἰς τὸ οικος θηρευτῶν. Ταύτης δὲ τῆς Σιὼν τοὺς ἱερέας ἐνδύσω σωτηρίαν. σωτηρία δὲ πάντων ὁ Χριστὸς ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. πρὸς δὲ τῷ ειναι σωτηρία καὶ ενδυμά ἐστι, περὶ ου γέγραπται ̓Αγαλλιάσθω ἡ ψυχή μου, οτι ἐνέδυσάς με ἱμάτιον σωτηρίου, ἀγαλλιωμένων καὶ τῶν ὁσίων αὐτοῦ ἀγαλλιάσει θείᾳ. ̓Εκεῖ ἐν τῇ Σιὼν ἀνατελῶ κέρας τῷ ∆αυίδ. τοῦτο τὸ κέρας τῆς βασιλείας ὑπὸ θεοῦ ἀνατέλλεται ἐν οικῳ ∆αυὶδ κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ δικαίου Ηγειρε κέρας σωτηρίας ἡμῖν ἐν οικῳ ∆αυίδ. ἡτοίμασε δὲ τούτῳ τῷ κέρατι Χριστῷ τυγχάνοντι λύχνον ὁ πατὴρ προτρέχοντα τῆς ἐπιδημίας αὐτοῦ θεῖον νόμον, περὶ ου γέγραπται Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. η καὶ ὁ ̓Ιωάννης, μέχρις ου ὁ νόμος καὶ οἱ προφῆται, λύχνος ἐστὶν ἑτοιμαζόμενος τῷ χριστῷ ἑαυτοῦ, περὶ ου ὁ σωτὴρ ̓Εκεῖνος ην ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ου ἠθελήσατε πρὸς ωραν ἀγαλλιαθῆναι τῷ φωτὶ αὐτοῦ. Τούτων θεολογουμένων περὶ τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ τὸ κατὰ σάρκα, οἱ ἐχθροὶ αὐτοῦ αἰσχύνην ἐνδύσονται, θέλοντες, εἰ ἐγένοντο πυρίκαυστοι, Οτι παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, ου ἡ ἀρχὴ ἐπὶ τοῦ ωμου αὐτοῦ, αἰσχύνην πλείονα ὀφλισκάνοντες, οτι τὰ αὐτὰ τοῖς αλλοις ἀνθρώποις ἀσπαζόμενος οὐκ εχει τὸν ὑπεραναβεβηκότα βίον. διὸ καὶ ἐπ' αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ ου φησιν ἐν ̔Ησαΐᾳ Καὶ ανθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ῳ ἀκολούθως τὰ ανθη τῆς γῆς ωφθη ἐν τῇ γῇ ἡμῶν τὸ ειναι ανθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξανθουμένου ὑπὸ κυρίου ἁγιάσματος. τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζοντας αὐτῷ, αὐτὸ ον τὸ αγιον τοῦ θεοῦ αμα καὶ ανθος, ωστ' αν εἰπεῖν ̓Εγὼ ανθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων. ἐπὰν ουν αὐτὰ ποιῇ τὸ ανθος καὶ τὸ κρίνον τοῦ πεδίου καὶ τῶν κοιλάδων, εἰκότως ὀφθήσεται τὰ ανθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατείλαντος τοῦ θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τῷ πεφωτισμένους καὶ νεάζοντας ειναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν.

1187 Ps 132,2 ̔Ο πώγων σύμβολον ἀνδρικῆς ἡλικίας. καταβαίνει δὲ τὸ μύρον

ἀπὸ τοῦ πώγωνος τοῦ ̓Ααρὼν ἐπὶ τὴν ῳαν τοῦ ἐνδύματος αὐτοῦ. ὁ ̓Ααρὼν πρόσωπον εχει τῆς κατὰ σκιὰν ἱερωσύνης. ταύτης ἡ κεφαλὴ ἡ πρωτότυπος καὶ ἀληθῶς ἱερωσύνη πεπλήρωται θείου μύρου τοῦ Χριστοῦ ὀνόματος, περὶ ου ειρηται Μύρον ονομά σου. κάτεισι δὲ τοῦτο τὸ μύρον ἐπὶ τὸν πώγωνα ἑκάστου τῶν δυναμένων εἰπεῖν μετὰ τὸ ὑπερβεβηκέναι τὴν σκιὰν Οτι γέγονα ἀνήρ, κατήργη κατὰ τοῦ νηπίου. γίνεται δέ τις ἀνὴρ τοιοῦτος μιμητὴς γεγονὼς ἐκείνου, περὶ ου γέγραπται ̓Ιδοὺ ἀνήρ, ̓Ανατολὴ ονομα αὐτῷ, καὶ ̓Οπίσω μου ερχεταιἀνὴρ ος εμπροσθέν μου