250
προθυμότερος, καὶ πολλὴν καρπώσῃ τὴν ἡδονὴν, καὶ πολλῷ μείζονα τῶν ἀπὸ θεάτρου καταβαινόντων. Οἱ μὲν γὰρ ἐκεῖθεν ἀναστάντες, φλέγονται ὑπὸ τῆς ἐπιθυμίας καιόμενοι. Ὅταν γὰρ ἴδωσι τὰς ἀνεπτερωμένας ἐκείνας ἐπὶ τῆς σκηνῆς γυναῖκας, καὶ μυρία λάβωσιν ἐκεῖθεν τραύματα, θαλάσσης κυμαινούσης οὐδὲν ἄμεινον διακείσονται, τοῦ τύπου τῶν ὄψεων, τῶν σχημάτων, τῶν ῥημάτων, τῆς βαδίσεως, τῶν ἄλλων πάντων πρὸ τῶν ὀφθαλμῶν ἱσταμένων, καὶ τὴν ψυχὴν αὐτοῖς πολιορκούντων. Οἱ δὲ ἐντεῦθεν ἐξελθόντες, οὐδὲν ὑποστήσονται τοιοῦτον, ἀλλὰ πολλὴν καρπώσονται τὴν γαλήνην καὶ τὴν ἀταραξίαν. Ἡ γὰρ κατάνυξις ἡ ἐκ τῆς ὄψεως τῶν δεδεμένων ἐγγενομένη, ἅπαν ἐκεῖνο σβέννυσι τὸ πῦρ. Κἂν ἀπαντήσῃ γυνὴ πορνευομένη καὶ ἀκόλαστος ἐξελθόντι τῶν δεσμωτῶν, οὐδὲν αὐτὸν ἐργάσεται χαλεπόν. Ὡς γὰρ ἄπλαστος λοιπὸν γενόμενος, οὕτως οὐχ ἁλώσεται τοῖς δικτύοις τῆς ὄψεως ἐκείνης, ἀντὶ τῆς ὄψεως τῆς ἀκολάστου, τοῦ φόβου τῆς κρίσεως πρὸ ὀφθαλμῶν αὐτῷ τότε κειμένου. ∆ιὰ τοῦτο καὶ ὁ πᾶν εἶδος τρυφῆς ἐπελθὼν ἔλεγεν· Ἀγα 59.334 θὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Καὶ ἐνταῦθα μὲν τοσαύτην ἐπιδείξει τὴν φιλοσοφίαν, ἐκεῖ δὲ ἀκούσῃ τὰ μυρίων μακαρισμῶν ἄξια ῥήματα. Μὴ τοίνυν ἀμελῶμεν τῆς τοιαύτης πράξεως καὶ πραγματείας. Κἂν γὰρ μὴ δυνηθῶμεν τροφὴν εἰσενεγκεῖν, μηδὲ ἀργύριον βοηθῆσαι δόντες, ἀλλὰ παρακαλέσαι λόγῳ, καὶ τὴν κειμένην ἀναστῆσαι ψυχὴν δυνησόμεθα, καὶ ἕτερα ἐπικουρῆσαι πολλὰ, καὶ τοῖς ἐμβαλοῦσι διαλεγόμενοι, καὶ τοὺς ἐφεστῶτας ἡμερωτέρους ποιοῦντες, καὶ ἢ μικρὸν ἢ μέγα πάντως ἐργασόμεθα κέρδος. Εἰ δὲ λέγεις ὅτι οὐκ εὐδαίμονές εἰσιν ἐκεῖ, οὐδὲ εὔχρηστοι, οὐδὲ ἐπιεικεῖς ἄνδρες, ἀλλ' ἀνδροφόνοι καὶ τυμβωρύχοι, καὶ βαλαντιοτόμοι, καὶ μοιχοὶ, καὶ ἀκόλαστοι, καὶ πολλῶν γέμοντες κακῶν, πάλιν ἀναγκαίαν μοι καὶ ἐντεῦθεν δεικνύεις τῆς ἐκεῖ διατριβῆς τὴν πρόφασιν. Οὐ γὰρ δὴ τοὺς μὲν ἀγαθοὺς ἐλεεῖν, τοὺς δὲ πονηροὺς κολάζειν ἐκελεύσθημεν· ἀλλὰ περὶ πάντας ἐνδείκνυσθαι τὴν φιλανθρωπίαν ταύτην. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μὴ τοίνυν κατηγόρει τῶν ἀλλοτρίων πικρῶς, μηδὲ ἔσο σφοδρὸς δικαστὴς, ἀλλ' ἥμερος καὶ φιλάνθρωπος. Καὶ γὰρ καὶ ἡμεῖς, εἰ καὶ μὴ μοιχοὶ, μηδὲ τυμβωρύχοι, μηδὲ βαλαντιοτόμοι γεγόναμεν, ἀλλ' ἔχομεν ἕτερα πλημμελήματα μυρίας ἄξια κολάσεως. Καὶ γὰρ καὶ τὸν ἀδελφὸν μωρὸν ἐκαλέσαμεν πολλάκις, ὅπερ τὴν γέενναν ἡμῖν προξενεῖ· καὶ γυναῖκας ἀκολάστοις εἴδομεν ὀφθαλμοῖς, ὅπερ μοιχείαν ἀπηρτισμένην συνίστησι· καὶ τὸ πάντων χαλεπώτερον, τῶν μυστηρίων οὐ μετέχομεν ἀξίως, ὅπερ ἐνόχους ἡμᾶς ποιεῖ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Μὴ τοίνυν πικροὶ γενώμεθα τῶν ἄλλων ἐξετασταὶ, ἀλλὰ τὰ ἡμῶν αὐτῶν ἐννοῶμεν, καὶ οὕτω παυσόμεθα τῆς ἀπανθρωπίας ταύτης καὶ τῆς ὠμότητος. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἐπιεικεῖς ἄνδρας πολλοὺς εὑρήσομεν αὐτόθι, καὶ τῆς πόλεως πολλάκις ἀνταξίους πάσης. Ἐπεὶ καὶ τὸ δεσμωτήριον ἐκεῖνο, ἔνθα ὁ Ἰωσὴφ ἦν, πολλοὺς εἶχε πονηρούς· ἀλλ' ὅμως πάντων ἐπεμελεῖτο ὁ δίκαιος ἐκεῖνος, καὶ ἦν καὶ αὐτὸς μετὰ τῶν ἄλλων, κρυπτόμενος ὅστις ἦν. Καὶ γὰρ τῆς Αἰγύπτου πάσης ἀντάξιος ἦν, καὶ τὸ δεσμωτήριον ὅμως ᾤκει, καὶ οὐδεὶς ᾔδει τῶν ἔνδον ὄντων. Καὶ νῦν τοίνυν πολλοὺς εἶναι εἰκὸς χρηστοὺς καὶ ἐπιεικεῖς, εἰ καὶ μὴ πᾶσιν εἶεν κατάδηλοι· καὶ ἡ περὶ τοὺς τοιούτους ἐπιμέλεια, τῆς περὶ πάντας σπουδῆς δίδωσί σοι τὴν ἀμοιβήν. Ἂν δὲ καὶ μηδεὶς ᾖ τοιοῦτος, καὶ ἐνταῦθα πολλὴ ἡ ἀντίδοσις. Ἐπεὶ καὶ ὁ ∆εσπότης ὁ σὸς οὐχὶ δικαίοις διελέγετο μόνον, τοὺς δὲ ἀκαθάρτους ἔφευγεν· ἀλλὰ καὶ τὴν Χαναναίαν μετὰ πολλῆς ἐδέξατο τῆς εὐνοίας, καὶ τὴν Σαμαρεῖτιν τὴν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ ἑτέραν δὲ πόρνην πάλιν, ὑπὲρ ἧς καὶ ὠνείδιζον οἱ Ἰουδαῖοι, καὶ ἐδέξατο καὶ ἐθεράπευσε, καὶ τοὺς πόδας βρεχομένους ὑπὸ τῶν δακρύων τῆς ἐναγοῦς ἠνείχετο, παιδεύων ἡμᾶς συγκατιέναι τοῖς ἐν ἁμαρτίαις οὖσι. Τοῦτο γὰρ μάλιστα