1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

251

γέγονεν. Ομως δὲ εἰ καὶ καταβαίνει τὸ μύρον ἐπὶ τὴν κεφαλὴν τοῦ ̓Ααρών, οὐκ ἐπὶ τυχόντα πώγωνα ἀλλὰ τὸν ἀρχιερατικὸν κάτεισιν, ἐκεῖθεν καὶ ἐπὶ τὴν ῳαν τοῦ ἀρχιερατικοῦ ἐνδύματος. ενδυμα δὲ ἀρχιερατικὸν ου τύπον εφερεν ὁ χιτὼν τοῦ ̓Ααρὼν τὸ κυριακόν ἐστι σῶμα, πνεύματος ἁγίου γεννήσαντος αὐτὸ κατὰ τὸ λεχθὲν περὶ τῆς παρθένου Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1188 Ps 132,3 Ορη δὲ Σιὼν νοήσεις τῆς θείας καὶ καθολικῆς ἐκκλησίας ητοι τὰ ὑψηλὰ δόγματα τῆς ἀληθείας η οἱ διάρματι ψυχῆς τὸ ειναι τῆς Σιὼν ορη ἀπειληφότες. κάτεισι δ' ἐπὶ ταῦτα τὰ ορη πνευματικὴ δρόσος, περὶ ης Μωυσῆς Καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ἐν τῷ προφήτῃ ̔Η γὰρ δρόσος ἡ παρὰ σοῦ ιαμα αὐτῆς ἐστιν. ἀπὸ ταύτης τῆς δρόσου ουσης οὐρανίου ἡ κατοικία τῶν εὐλογουμένων εσται ἐξ οὐρανοῦ. Αυτη δὲ ἡ πνευματικὴ δρόσος οὐκ ἐκ τῶν τυχόντων νεφῶν κάτεισιν, ἀλλ' ἀπὸ τοῦ μετεώρου φωτὸς τοῦ λέγοντος ̓Εγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. τοῦτο γὰρ τὸ φῶς καὶ δροσίζει καὶ μετεωρίζει καὶ ἐν ἀκραιφνεστάτῃ λαμπρότητι γενέσθαι ποιεῖ.

1189 Ps 133,1 Πάντες οἱ δοῦλοι κυρίου εὐλογοῦσι τὸν κύριον, οὐ μακρὰν

αὐτοῦ βεβηκότες ἀλλὰ συνεγγίζοντες αὐτῷ τῷ φρονήματι. διὸ καὶ ἑστήκασιν ἐν οικῳ κυρίου, βεβαίως ἐν αὐτῷ ἱδρυμένοι. ἑστήκασι δὲ καὶ ἐν αὐλαῖς οικου θεοῦ ἡμῶν. αὐλαὶ δὲ θεοῦ ἐν αις ἑστήκασιν οἱ φοβούμενοι αὐτὸν αἱ θεόπνευστοι γραφαὶ καὶ τῆς ἀληθείας τὰ δόγματα. 1190 Ps 134 αργ Μετὰ τὸ πληρωθῆναι τὰς τῶν ἀναβαθμῶν ᾠδὰς ἀκόλουθον ην τοὺς εἰς αὐτὸν τὸν ναὸν ἀναβάντας αἰνέσαι χαριστηρίως τὸν θεὸν ου ναός ἐστι. διὸ καὶ ̓Αλληλούϊα ὁ ψαλμὸς ἐπιγέγραπται, σημαινούσης τῆς προγραφῆς τὸ δεῖν ὑμνεῖσθαι τὸν οντα θεόν.

1191 Ps 134,1-3 Πῶς δὲ οὐκ εμελλον οὐ πάντας τοὺς ἀναβαθμοὺς μετ' ᾠδῶν

καὶ υμνων ἀναβεβηκότες ἐν οικῳ κυρίου ἑστάναι ὀρθῷ νοήματι καὶ πράξει ἀνεπιλήπτῳ ἐν τῷ οικῳ κυρίου οντας αὐτοῦ δούλους καὶ ὑμνεῖν αὐτὸν ἐν ταῖς αὐλαῖς οικου τοῦ θεοῦ ἡμῶν; αὐλαὶ δὲ τοῦ θεοῦ αἱ παλαιαὶ καὶ νέαι γραφαὶ η κατὰ μέρος θεολογίαι η αἱ ἐν ἐπαγγελίαις ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς μοναὶ πλείονες. καὶ αἰνεῖν μὲν πρότερον κατὰ τὰς εἰσαγωγὰς τὸ ονομα αὐτοῦ, ειτ' αὐτὸν τὸν κύριον τῷ θεραπεύειν αὐτὸν καὶ γνησίως δουλεύειν αὐτῷ. 1192 Ps 134,7 Καὶ πρὸς ἀλληγορίαν δὲ ειεν αν τινες πνευματικαὶ νεφέλαι, νοητὸν καὶ ἀόρατον ὑετὸν ῥέουσαι. καὶ αυται ἐξ ἐσχάτου τῆς γῆς ἀνάγονται, ἐπεὶ μὴ ἐκ μεγάλων ἀρχόντων πλουσίων φιλοσόφων ῥητόρων ἀλλ' ἐξ ἀνθρώπων τὰ εσχατα νενοημένων, ους φιλον * ἀγραμμάτους καὶ ἰδιώτας καλεῖν ἐν τῷ Εὐαγγελίῳ. ̓Αλλὰ καὶ ἀστραπὰς τὰς φωτεινὰς θεωρίας καὶ τὰς δικαιοσύνας εἰς ὑετὸν πεποίηκεν ἐπὶ τῷ φωτίζειν αμα καὶ ποτίζειν τὰ τούτων δεόμενα καταλλήλως τοῖς προκειμένοις. καὶ ἀνέμους ἐξάγει ἐκ θησαυρῶν αὐτῶν, οιτινες πνόας κρείττους σημαίνουσι καὶ λογικὰς ὑπεραναβεβηκυίας φύσεις. 1193 Ps 134,13b.14 Τοῦτο τὸ μνημόσυνον ἀπὸ τῆς προτέρας γενεᾶς τῆς τῶν ̔Εβραίων εως γενεᾶς τῆς κλήσεως τῶν ἐθνῶν, περὶ ης γέγραπται ̓Αναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη. διαμενεῖ δὲ ταῦτα, οἰκτείροντος τοῦ θεοῦ τὸν λαὸν αὐτοῦ καὶ παρακαλουμένου ἐν τοῖς δούλοις αὐτοῦ. ἐπινεύσας γὰρ τῇ πρεσβείᾳ καὶ παρακλήσει τῶν δούλων αὐτοῦ ὑπὲρ τοῦ λαοῦ καὶ ἑαυτῶν ἀναπεμπομένῃ παρεκλήθη, τουτέστι προσήκατο τὴν παράκλησιν. διὸ καὶ ῳκτειρε τὸν λαὸν αὐτοῦ. 1194 Ps 134,19-21 Κατὰ δὲ ἀναγωγὴν ειεν μὲν οικος ̓Ισραὴλ οἱ διορατικοὶ καὶ καθαρᾷ καρδία τὸν θεὸν ὀψόμενοι, οικος δὲ ̓Ααρὼν οἱ τελείως καὶ ἱερατικῶς θεραπεύοντες αὐτὸν διηνεκῶς ἀλλ' οὐχ ἡμέραν παρ' ἡμέραν· καὶ πρὸς τούτοις ὁ τοῦ Λευὶ οικος ὑποδεέστεροι τῶν ἱερῶν, ομως δὲ οντες ἐν τῷ ναῷ καὶ τὰς ἐπιβαλλούσας ὑπηρεσίας ἐν τῷ οικῳ τοῦ