252
θεοῦ ἐπιτελοῦντες, ους νεωκόρους τοῦ θεοῦ ἐν δίκῃ προσαγορεύσειέ τις· ἐπὶ πᾶσι δὲ οἱ ἐξ ἀλλογενῶν ἐθνῶν οι φόβῳ τοῦ κυρίου προστιθέμενοι. Ομως εἰ καὶ πάντες εὐλογοῦσιν, ἀλλ' ουν εκαστος κατὰ τὴν τῆς δυνάμεως ἀναλογίαν τοῦτο ποιήσει. Ον δὲ εὐλογοῦσιν οἱ προειρημένοι, οὐκ αὐτὸ μόνον εὐλογούμενος ἀλλὰ καὶ εὐλόγητός ἐστιν, οὐκ ἐκ τῆς τυχούσης ἀλλ' ἐκ τῆς ἐπουρανίου Σιών, κατοικῶν τὴν πόλιν τοῦ θεοῦ τοῦ δόντος τὴν ἐπουράνιον ̔Ιερουσαλὴμ καὶ τὴν ἐκκλησίαν τὴν μὴ εχουσαν σπίλον η ῥυτίδα η τι τῶν τοιούτων ουσαν ̔Ιερουσαλὴμ τῷ ὁρᾶν τὴν εἰρήνην ην ̓Ιησοῦς δίδωσι λέγων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. ̓Αλλ' εἰ καὶ κατ' αλλην ἐπίνοιαν ἐν Σιών ἐστιν εὐλόγητος, καὶ ουτως ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ὁ θεός ἐστι. λεχθείη δ' αν ταῦτα καὶ περὶ ψυχῆς δι' ἐπιστήμην καὶ τελείαν ἀρετὴν Σιὼν καὶ ̔Ιερουσαλὴμ καλουμένης.
1195 Ps 135,1-3 Καὶ ὁ παρὼν ψαλμὸς εἰς εὐχαριστίαν προκαλούμενος
προστάττει ἐξομολογεῖσθαι τῷ κυρίῳ χρηστότητι καὶ ἀγαθότητι πολλῇ ποιοῦντι. διὸ καὶ ἐφ' ἑκάστου στίχου τρόπῳ ἐφυμνίου ἐπιλέγεται Οτι εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ. ἐπεὶ γὰρ οὐ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ ου, ἀλλ' ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν Οτι εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ. Τίνων δὲ θεῶν θεός ἐστιν η ἐκείνων περὶ ων ειρηται; εἰ ουν ἐκείνους θεοὺς ειπε πρὸς ους ὁ λόγος τοῦ θεοῦ ἐγένετο κατὰ τὴν λέγουσαν γραφὴν ̓Εγὼ ειπα Θεοί ἐστε τοῦτον γὰρ αὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι, ἀμέλει γοῦν καὶ τῶν ἀμφὶ τὸν ̓Αβραὰμ ουτω θεῶν οντων (θεὸς ἀναγέγραπται φάσκων ̓Εγὼ θεὸς ̓Αβραὰμ καὶ θεὸς ̓Ισαὰκ καὶ θεὸς ̓Ιακώβ· τοῦτον γὰαὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι), κατὰ τοῦτο τὸ σημαινόμενον τῆς θεότητος καὶ αγγελοι καὶ θεῖαι δυνάμεις ῥηθεῖεν αν θεοί, ῃ φησιν ὁ ἀπόστολος Ωσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τῷ πάντας τοὺς λεγομένους μετὰ τὴν τριάδα θεοὺς μετουσίᾳ θεότητος ειναι τοιούτους. ἀλλ' ὁ σωτὴρ οὐχ ουτως ἀλλ' ων κατ' οὐσίαν θεός· διὸ ποιεῖ θεοὺς τοὺς μετέχοντας αὐτοῦ. μονογενὴς ειρηται θεός· μόνος γὰρ αὐτὸς ἀληθινὸς θεὸς ἐξ ἀληθινοῦ θεοῦ τυγχάνει, κατὰ τὰ αὐτὰ τῷ πατρὶ θεὸς ων τῷ ὁμοούσιος τῷ γεννήσαντι ειναι. Πρὸς τῷ δὲ ειναι θεὸς θεῶν καὶ κύριος τῶν κυρίων ἐστὶ τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς συγγένειαν ἐχόντων πρὸς τὰς ἁγίας ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας. 1196 Ps 135,4-6 Μόνος γὰρ ποιεῖν θαυμάσια ἀνεγράφη· μένων γὰρ ὁ πατὴρ ἐν τῷ υἱῷ ποιεῖ τὰ εργα. ἀλλὰ καὶ ποιοῦντι τοὺς οὐρανοὺς ἐν συνέσει καὶ στερεοῦντι τὴν γῆν ἐπὶ τὸ υδωρ πάλιν ἀνθομολογητέον. συνᾴδει δὲ τοῖς προκειμένοις τὸ ̔Ο θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. σύνεσις καὶ φρόνησις δι' ης ἑτοιμάζονται καὶ στερεοῦνται οἱ οὐρανοί, τίς αν αλλη ειη η σοφία τοῦ ∆ι' ης πάντα γεγένηται, περὶ ης ὁ θεολόγος φησὶ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ̓Αλλὰ γὰρ καὶ οἱ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου νοητῶς οὐρανοὶ οντες γίνονται. ἑτοιμάζονται τοιοῦτοι ἐν τῇ προδεδηλωμένῃ συνέσει τε καὶ φρονήσει θεοῦ. καὶ ἡ γῆ στερεοῦται ἐπὶ τὸ υδωρ ἡ τὸν ὑπὸ ̓Ιησοῦ βαλλόμενον σπόρον πρὸς τὸ καρποφορῆσαι δεξαμένη. ἐν τοῖς ῥευστοῖς γὰρ καὶ προσκαίροις τοῦ βίου πράγμασιν υδατι ἀλληγορικῶς ετι διατριβούσας στερέωσιν καὶ εὐτονίαν εσχεν ἐπὶ τῷ πληρέστατα καρποφορῆσαι. 1197 Ps 135,7-9 Φῶτα μεγάλα μόνος ποιήσας διὰ τοῦ εἰπεῖν Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· εἰς ἐξουσίαν τῆς ἡμέρας τὸν ηλιον καὶ εἰς ἐξουσίαν τῆς νυκτὸς τὴν σελήνην καὶ τοὺς ἀστέρας εταξεν, ὡς καὶ ἐν τῇ κοσμοποιΐᾳ ειρηται γεγονέναι τὸν ηλιον εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρας. Οὐ μικρὸν δὲ ἡμῖν εἰς εὐταξίαν ζωῆς καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖται τὰ στοιχεῖα τρέφοντα καρποὺς πεπαίνοντα, ων ανευ ζῆσαι οὐκ ενι, καιροὺς ἡμῖν δεικνῦντα, ωρας